HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezra 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

4:1 και ηρξατο ο δευτερος λαλειν ο ειπας περι της ισχυος του βασιλεως

4:2 ω ανδρες ουχ υπερισχυουσιν οι ανθρωποι την γην και την θαλασσαν κατακρατουντες και παντα τα εν αυτοις

4:3 ο δε βασιλευς υπερισχυει και κυριευει αυτων και δεσποζει αυτων και παν ο εαν ειπη αυτοις ενακουουσιν

4:4 εαν ειπη αυτοις ποιησαι πολεμον ετερος προς τον ετερον ποιουσιν εαν δε εξαποστειλη αυτους προς τους πολεμιους βαδιζουσιν και κατεργαζονται τα ορη και τα τειχη και τους πυργους

4:5 φονευουσιν και φονευονται και τον λογον του βασιλεως ου παραβαινουσιν εαν δε νικησωσιν τω βασιλει κομιζουσιν παντα και οσα εαν προνομευσωσιν και τα αλλα παντα

4:6 και οσοι ου στρατευονται ουδε πολεμουσιν αλλα γεωργουσιν την γην παλιν οταν σπειρωσι θερισαντες αναφερουσιν τω βασιλει και ετερος τον ετερον αναγκαζοντες αναφερουσι τους φορους τω βασιλει

4:7 και αυτος εις μονος εστιν εαν ειπη αποκτειναι αποκτεννουσιν ειπεν αφειναι αφιουσιν

4:8 ειπε παταξαι τυπτουσιν ειπεν ερημωσαι ερημουσιν ειπεν οικοδομησαι οικοδομουσιν

4:9 ειπεν εκκοψαι εκκοπτουσιν ειπεν φυτευσαι φυτευουσιν

4:10 και πας ο λαος αυτου και αι δυναμεις αυτου ενακουουσιν

4:11 προς δε τουτοις αυτος ανακειται εσθιει και πινει και καθευδει αυτοι δε τηρουσιν κυκλω περι αυτον και ου δυνανται εκαστος απελθειν και ποιειν τα εργα αυτου ουδε παρακουουσιν αυτου

4:12 ω ανδρες πως ουχ υπερισχυει ο βασιλευς οτι ουτως επακουστος εστιν και εσιγησεν

4:13 ο δε τριτος ο ειπας περι των γυναικων και της αληθειας ουτος εστιν ζοροβαβελ ηρξατο λαλειν

4:14 ανδρες ου μεγας ο βασιλευς και πολλοι οι ανθρωποι και ο οινος ισχυει τις ουν ο δεσποζων αυτων η τις ο κυριευων αυτων ουχ αι γυναικες

4:15 αι γυναικες εγεννησαν τον βασιλεα και παντα τον λαον ος κυριευει της θαλασσης και της γης

4:16 και εξ αυτων εγενοντο και αυται εξεθρεψαν αυτους τους φυτευοντας τους αμπελωνας εξ ων ο οινος γινεται

4:17 και αυται ποιουσιν τας στολας των ανθρωπων και αυται ποιουσιν δοξαν τοις ανθρωποις και ου δυνανται οι ανθρωποι ειναι χωρις των γυναικων

4:18 εαν δε συναγαγωσιν χρυσιον και αργυριον και παν πραγμα ωραιον και ιδωσιν γυναικα μιαν καλην τω ειδει και τω καλλει

4:19 και ταυτα παντα αφεντες εις αυτην εγκεχηναν και χασκοντες το στομα θεωρουσιν αυτην και παντες αυτην αιρετιζουσιν μαλλον η το χρυσιον και το αργυριον και παν πραγμα ωραιον

4:20 ανθρωπος τον εαυτου πατερα εγκαταλειπει ος εξεθρεψεν αυτον και την ιδιαν χωραν και προς την ιδιαν γυναικα κολλαται

4:21 και μετα της γυναικος αφιησι την ψυχην και ουτε τον πατερα μεμνηται ουτε την μητερα ουτε την χωραν

4:22 και εντευθεν δει υμας γνωναι οτι αι γυναικες κυριευουσιν υμων ουχι πονειτε και μοχθειτε και παντα ταις γυναιξιν διδοτε και φερετε

4:23 και λαμβανει ανθρωπος την ρομφαιαν αυτου και εκπορευεται εξοδευειν και ληστευειν και κλεπτειν και εις την θαλασσαν πλειν και ποταμους

4:24 και τον λεοντα θεωρει και εν σκοτει βαδιζει και οταν κλεψη και αρπαση και λωποδυτηση τη ερωμενη αποφερει

4:25 και πλειον αγαπα ανθρωπος την ιδιαν γυναικα μαλλον η τον πατερα και την μητερα

4:26 και πολλοι απενοηθησαν ταις ιδιαις διανοιαις δια τας γυναικας και δουλοι εγενοντο δι' αυτας

4:27 και πολλοι απωλοντο και εσφαλησαν και ημαρτοσαν δια τας γυναικας

4:28 και νυν ου πιστευετε μοι ουχι μεγας ο βασιλευς τη εξουσια αυτου ουχι πασαι αι χωραι ευλαβουνται αψασθαι αυτου

4:29 εθεωρουν αυτον και απαμην την θυγατερα βαρτακου του θαυμαστου την παλλακην του βασιλεως καθημενην εν δεξια του βασιλεως

4:30 και αφαιρουσαν το διαδημα απο της κεφαλης του βασιλεως και επιτιθουσαν εαυτη και ερραπιζεν τον βασιλεα τη αριστερα

4:31 και προς τουτοις ο βασιλευς χασκων το στομα εθεωρει αυτην και εαν προσγελαση αυτω γελα εαν δε πικρανθη επ' αυτον κολακευει αυτην οπως διαλλαγη αυτω

4:32 ω ανδρες πως ουχι ισχυραι αι γυναικες οτι ουτως πρασσουσιν

4:33 και τοτε ο βασιλευς και οι μεγιστανες ενεβλεπον ετερος προς τον ετερον

4:34 και ηρξατο λαλειν περι της αληθειας ανδρες ουχι ισχυραι αι γυναικες μεγαλη η γη και υψηλος ο ουρανος και ταχυς τω δρομω ο ηλιος οτι στρεφεται εν τω κυκλω του ουρανου και παλιν αποτρεχει εις τον εαυτου τοπον εν μια ημερα

4:35 ουχι μεγας ος ταυτα ποιει και η αληθεια μεγαλη και ισχυροτερα παρα παντα

4:36 πασα η γη την αληθειαν καλει και ο ουρανος αυτην ευλογει και παντα τα εργα σειεται και τρεμει και ουκ εστιν μετ' αυτου αδικον ουθεν

4:37 αδικος ο οινος αδικος ο βασιλευς αδικοι αι γυναικες αδικοι παντες οι υιοι των ανθρωπων και αδικα παντα τα εργα αυτων παντα τα τοιαυτα και ουκ εστιν εν αυτοις αληθεια και εν τη αδικια αυτων απολουνται

4:38 η δε αληθεια μενει και ισχυει εις τον αιωνα και ζη και κρατει εις τον αιωνα του αιωνος

4:39 και ουκ εστιν παρ' αυτη λαμβανειν προσωπα ουδε διαφορα αλλα τα δικαια ποιει απο παντων των αδικων και πονηρων και παντες ευδοκουσι τοις εργοις αυτης και ουκ εστιν εν τη κρισει αυτης ουθεν αδικον

4:40 και αυτη η ισχυς και το βασιλειον και η εξουσια και η μεγαλειοτης των παντων αιωνων ευλογητος ο θεος της αληθειας

4:41 και εσιωπησεν του λαλειν και πας ο λαος τοτε εφωνησεν και τοτε ειπον μεγαλη η αληθεια και υπερισχυει

4:42 τοτε ο βασιλευς ειπεν αυτω αιτησαι ο θελεις πλειω των γεγραμμενων και δωσομεν σοι ον τροπον ευρεθης σοφωτερος και εχομενος μου καθηση και συγγενης μου κληθηση

4:43 τοτε ειπεν τω βασιλει μνησθητι την ευχην ην ηυξω οικοδομησαι την ιερουσαλημ εν τη ημερα η το βασιλειον σου παρελαβες

4:44 και παντα τα σκευη τα λημφθεντα εξ ιερουσαλημ εκπεμψαι α εξεχωρισεν κυρος οτε ηυξατο εκκοψαι βαβυλωνα και ηυξατο εξαποστειλαι εκει

4:45 και συ ευξω οικοδομησαι τον ναον ον ενεπυρισαν οι ιδουμαιοι οτε ηρημωθη η ιουδαια υπο των χαλδαιων

4:46 και νυν τουτο εστιν ο σε αξιω κυριε βασιλευ και ο αιτουμαι σε και αυτη εστιν η μεγαλωσυνη η παρα σου δεομαι ουν ινα ποιησης την ευχην ην ηυξω τω βασιλει του ουρανου ποιησαι εκ στοματος σου

4:47 τοτε αναστας δαρειος ο βασιλευς κατεφιλησεν αυτον και εγραψεν αυτω τας επιστολας προς παντας τους οικονομους και τοπαρχας και στρατηγους και σατραπας ινα προπεμψωσιν αυτον και τους μετ' αυτου παντας αναβαινοντας οικοδομησαι την ιερουσαλημ

4:48 και πασι τοις τοπαρχαις εν κοιλη συρια και φοινικη και τοις εν τω λιβανω εγραψεν επιστολας μεταφερειν ξυλα κεδρινα απο του λιβανου εις ιερουσαλημ και οπως οικοδομησωσιν μετ' αυτου την πολιν

4:49 και εγραψεν πασι τοις ιουδαιοις τοις αναβαινουσιν απο της βασιλειας εις την ιουδαιαν υπερ της ελευθεριας παντα δυνατον και σατραπην και τοπαρχην και οικονομον μη επελευσεσθαι επι τας θυρας αυτων

4:50 και πασαν την χωραν ην κρατησουσιν αφορολογητον αυτοις υπαρχειν και ινα οι ιδουμαιοι αφιωσι τας κωμας ας διακρατουσιν των ιουδαιων

4:51 και εις την οικοδομην του ιερου δοθηναι κατ' ενιαυτον ταλαντα εικοσι μεχρι του οικοδομηθηναι

4:52 και επι το θυσιαστηριον ολοκαυτωματα καρπουσθαι καθ' ημεραν καθα εχουσιν εντολην επτακαιδεκα προσφερειν αλλα ταλαντα δεκα κατ' ενιαυτον

4:53 και πασιν τοις προσβαινουσιν απο της βαβυλωνιας κτισαι την πολιν υπαρχειν την ελευθεριαν αυτοις τε και τοις τεκνοις αυτων και πασι τοις ιερευσι τοις προσβαινουσιν

4:54 εγραψεν δε και την χορηγιαν και την ιερατικην στολην εν τινι λατρευουσιν εν αυτη

4:55 και τοις λευιταις εγραψεν δουναι την χορηγιαν εως ης ημερας επιτελεσθη ο οικος και ιερουσαλημ οικοδομηθηναι

4:56 και πασι τοις φρουρουσι την πολιν εγραψε δουναι αυτοις κληρους και οψωνια

4:57 και εξαπεστειλεν παντα τα σκευη α εξεχωρισεν κυρος απο βαβυλωνος και παντα οσα ειπεν κυρος ποιησαι και αυτος επεταξεν ποιησαι και εξαποστειλαι εις ιερουσαλημ

4:58 και οτε εξηλθεν ο νεανισκος αρας το προσωπον εις τον ουρανον εναντιον ιερουσαλημ ευλογησεν τω βασιλει του ουρανου λεγων

4:59 παρα σου η νικη και παρα σου η σοφια και ση η δοξα και εγω σος οικετης

4:60 ευλογητος ει ος εδωκας μοι σοφιαν και σοι ομολογω δεσποτα των πατερων

4:61 και ελαβεν τας επιστολας και εξηλθεν εις βαβυλωνα και απηγγειλεν τοις αδελφοις αυτου πασιν

4:62 και ευλογησαν τον θεον των πατερων αυτων οτι εδωκεν αυτοις ανεσιν και αφεσιν

4:63 αναβηναι και οικοδομησαι ιερουσαλημ και το ιερον ου ωνομασθη το ονομα αυτου επ' αυτω και εκωθωνιζοντο μετα μουσικων και χαρας ημερας επτα

 

Created with FREE HTMLCompiler by BibleDatabase