HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezra 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

5:1 μετα δε ταυτα εξελεγησαν αναβηναι αρχηγοι οικου πατριων κατα φυλας αυτων και αι γυναικες αυτων και οι υιοι και αι θυγατερες και οι παιδες αυτων και αι παιδισκαι και τα κτηνη αυτων

5:2 και δαρειος συναπεστειλεν μετ' αυτων ιππεις χιλιους εως του αποκαταστησαι αυτους εις ιερουσαλημ μετ' ειρηνης και μετα μουσικων τυμπανων και αυλων

5:3 και παντες οι αδελφοι αυτων παιζοντες και εποιησεν αυτους συναναβηναι μετ' εκεινων

5:4 και ταυτα τα ονοματα των ανδρων των αναβαινοντων κατα πατριας αυτων εις τας φυλας επι την μεριδαρχιαν αυτων

5:5 οι ιερεις υιοι φινεες υιου ααρων ιησους ο του ιωσεδεκ του σαραιου και ιωακιμ ο του ζοροβαβελ του σαλαθιηλ εκ του οικου του δαυιδ εκ της γενεας φαρες φυλης δε ιουδα

5:6 ος ελαλησεν επι δαρειου του βασιλεως περσων λογους σοφους εν τω δευτερω ετει της βασιλειας αυτου μηνι νισαν του πρωτου μηνος

5:7 εισιν δε ουτοι εκ της ιουδαιας οι αναβαντες εκ της αιχμαλωσιας της παροικιας ους μετωκισεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις βαβυλωνα

5:8 και επεστρεψαν εις ιερουσαλημ και την λοιπην ιουδαιαν εκαστος εις την ιδιαν πολιν οι ελθοντες μετα ζοροβαβελ και ιησου νεεμιου ζαραιου ρησαιου ενηνιος μαρδοχαιου βεελσαρου ασφαρασου βορολιου ροιμου βαανα των προηγουμενων αυτων

5:9 αριθμος των απο του εθνους και οι προηγουμενοι αυτων υιοι φορος δυο χιλιαδες και εκατον εβδομηκοντα δυο

5:10 υιοι σαφατ τετρακοσιοι εβδομηκοντα δυο υιοι αρεε επτακοσιοι πεντηκοντα εξ

5:11 υιοι φααθμωαβ εις τους υιους ιησου και ιωαβ δισχιλιοι οκτακοσιοι δεκα δυο

5:12 υιοι ωλαμου χιλιοι διακοσιοι πεντηκοντα τεσσαρες υιοι ζατου εννακοσιοι τεσσαρακοντα πεντε υιοι χορβε επτακοσιοι πεντε υιοι βανι εξακοσιοι τεσσαρακοντα οκτω

5:13 υιοι βηβαι εξακοσιοι εικοσι τρεις υιοι ασγαδ χιλιοι τριακοσιοι εικοσι δυο

5:14 υιοι αδωνικαμ εξακοσιοι εξηκοντα επτα υιοι βαγοι δισχιλιοι εξηκοντα εξ υιοι αδινου τετρακοσιοι πεντηκοντα τεσσαρες

5:15 υιοι ατηρ εζεκιου ενενηκοντα δυο υιοι κιλαν και αζητας εξηκοντα επτα υιοι αζουρου τετρακοσιοι τριακοντα δυο

5:16 υιοι αννιας εκατον εις υιοι αρομ υιοι βασσαι τριακοσιοι εικοσι τρεις υιοι αριφου εκατον δεκα δυο

5:17 υιοι βαιτηρους τρισχιλιοι πεντε υιοι εκ βαιθλωμων εκατον εικοσι τρεις

5:18 οι εκ νετεβας πεντηκοντα πεντε οι εξ ενατου εκατον πεντηκοντα οκτω οι εκ βαιτασμων τεσσαρακοντα δυο

5:19 οι εκ καριαθιαριος εικοσι πεντε οι εκ καπιρας και βηροτ επτακοσιοι τεσσαρακοντα τρεις

5:20 οι χαδιασαι και αμμιδιοι τετρακοσιοι εικοσι δυο οι εκ κιραμας και γαββης εξακοσιοι εικοσι εις

5:21 οι εκ μακαλων εκατον εικοσι δυο οι εκ βαιτολιω πεντηκοντα δυο υιοι νιφις εκατον πεντηκοντα εξ

5:22 υιοι καλαμω αλλου και ωνους επτακοσιοι εικοσι πεντε υιοι ιερεχου τριακοσιοι τεσσαρακοντα πεντε

5:23 υιοι σαναας τρισχιλιοι τριακοσιοι τριακοντα

5:24 οι ιερεις υιοι ιεδδου του υιου ιησου εις τους υιους ανασιβ εννακοσιοι εβδομηκοντα δυο υιοι εμμηρου χιλιοι πεντηκοντα δυο

5:25 υιοι φασσουρου χιλιοι διακοσιοι τεσσαρακοντα επτα υιοι χαρμη χιλιοι δεκα επτα

5:26 οι δε λευιται υιοι ιησου και καδμιηλου και βαννου και σουδιου εβδομηκοντα τεσσαρες

5:27 οι ιεροψαλται υιοι ασαφ εκατον εικοσι οκτω

5:28 οι θυρωροι υιοι σαλουμ υιοι αταρ υιοι τολμαν υιοι ακουβ υιοι ατητα υιοι σωβαι οι παντες εκατον τριακοντα εννεα

5:29 οι ιεροδουλοι υιοι ησαυ υιοι ασιφα υιοι ταβαωθ υιοι κηρας υιοι σουα υιοι φαδαιου υιοι λαβανα υιοι αγγαβα

5:30 υιοι ακουδ υιοι ουτα υιοι κηταβ υιοι αγαβα υιοι συβαι υιοι αναν υιοι καθουα υιοι γεδδουρ

5:31 υιοι ιαιρου υιοι δαισαν υιοι νοεβα υιοι χασεβα υιοι γαζηρα υιοι οζιου υιοι φινοε υιοι ασαρα υιοι βασθαι υιοι ασανα υιοι μαανι υιοι ναφισι υιοι ακουφ υιοι αχιβα υιοι ασουρ υιοι φαρακιμ υιοι βασαλωθ

5:32 υιοι μεεδδα υιοι κουθα υιοι χαρεα υιοι βαρχους υιοι σεραρ υιοι θομοι υιοι νασι υιοι ατιφα

5:33 υιοι παιδων σαλωμων υιοι ασσαφιωθ υιοι φαριδα υιοι ιεηλι υιοι λοζων υιοι ισδαηλ υιοι σαφυθι

5:34 υιοι αγια υιοι φακαρεθ-σαβιη υιοι σαρωθιε υιοι μασιας υιοι γας υιοι αδδους υιοι σουβας υιοι αφερρα υιοι βαρωδις υιοι σαφατ υιοι αμων

5:35 παντες οι ιεροδουλοι και οι υιοι των παιδων σαλωμων τριακοσιοι εβδομηκοντα δυο

5:36 ουτοι αναβαντες απο θερμελεθ και θελερσας ηγουμενος αυτων χαρααθ αδαν και αμαρ

5:37 και ουκ ηδυναντο απαγγειλαι τας πατριας αυτων και γενεας ως εκ του ισραηλ εισιν υιοι δαλαν του υιου τουβαν υιοι νεκωδαν εξακοσιοι πεντηκοντα δυο

5:38 και εκ των ιερεων οι εμποιουμενοι ιερωσυνης και ουχ ευρεθησαν υιοι οββια υιοι ακκως υιοι ιοδδους του λαβοντος αυγιαν γυναικα των θυγατερων φαρζελλαιου και εκληθη επι τω ονοματι αυτου

5:39 και τουτων ζητηθεισης της γενικης γραφης εν τω καταλοχισμω και μη ευρεθεισης εχωρισθησαν του ιερατευειν

5:40 και ειπεν αυτοις νεεμιας και ατθαριας μη μετεχειν των αγιων αυτους εως αναστη αρχιερευς ενδεδυμενος την δηλωσιν και την αληθειαν

5:41 οι δε παντες ησαν ισραηλ απο δωδεκαετους χωρις παιδων και παιδισκων μυριαδες τεσσαρες δισχιλιοι τριακοσιοι εξηκοντα παιδες τουτων και παιδισκαι επτακισχιλιοι τριακοσιοι τριακοντα επτα ψαλται και ψαλτωδοι διακοσιοι τεσσαρακοντα πεντε

5:42 καμηλοι τετρακοσιοι τριακοντα πεντε και ιπποι επτακισχιλιοι τριακοντα εξ ημιονοι διακοσιοι τεσσαρακοντα πεντε υποζυγια πεντακισχιλια πεντακοσια εικοσι πεντε

5:43 και εκ των ηγουμενων κατα τας πατριας εν τω παραγινεσθαι αυτους εις το ιερον του θεου το εν ιερουσαλημ ευξαντο εγειραι τον οικον επι του τοπου αυτου κατα την αυτων δυναμιν

5:44 και δουναι εις το ιερον γαζοφυλακιον των εργων χρυσιου μνας χιλιας και αργυριου μνας πεντακισχιλιας και στολας ιερατικας εκατον

5:45 και κατωκισθησαν οι ιερεις και οι λευιται και οι εκ του λαου εν ιερουσαλημ και τη χωρα οι τε ιεροψαλται και οι θυρωροι και πας ισραηλ εν ταις κωμαις αυτων

5:46 ενσταντος δε του εβδομου μηνος και οντων των υιων ισραηλ εκαστου εν τοις ιδιοις συνηχθησαν ομοθυμαδον εις το ευρυχωρον του πρωτου πυλωνος του προς τη ανατολη

5:47 και καταστας ιησους ο του ιωσεδεκ και οι αδελφοι αυτου οι ιερεις και ζοροβαβελ ο του σαλαθιηλ και οι τουτου αδελφοι ητοιμασαν το θυσιαστηριον του θεου του ισραηλ

5:48 προσενεγκαι επ' αυτου ολοκαυτωσεις ακολουθως τοις εν τη μωυσεως βιβλω του ανθρωπου του θεου διηγορευμενοις

5:49 και επισυνηχθησαν αυτοις εκ των αλλων εθνων της γης και κατωρθωσαν το θυσιαστηριον επι του τοπου αυτου οτι εν εχθρα ησαν αυτοις και κατισχυσαν αυτους παντα τα εθνη τα επι της γης και ανεφερον θυσιας κατα τον καιρον και ολοκαυτωματα τω κυριω το πρωινον και το δειλινον

5:50 και ηγαγοσαν την της σκηνοπηγιας εορτην ως επιτετακται εν τω νομω και θυσιας καθ' ημεραν ως προσηκον ην

5:51 και μετα ταυτα προσφορας ενδελεχισμου και θυσιας σαββατων και νουμηνιων και εορτων πασων ηγιασμενων

5:52 και οσοι ευξαντο ευχην τω θεω απο της νουμηνιας του εβδομου μηνος ηρξαντο προσφερειν θυσιας τω θεω και ο ναος του θεου ουπω ωκοδομητο

5:53 και εδωκαν αργυριον τοις λατομοις και τεκτοσι και βρωτα και ποτα και χαρα τοις σιδωνιοις και τυριοις εις το παραγειν αυτους εκ του λιβανου ξυλα κεδρινα διαφερειν σχεδιας εις τον ιοππης λιμενα κατα το προσταγμα το γραφεν αυτοις παρα κυρου του περσων βασιλεως

5:54 και τω δευτερω ετει παραγενομενος εις το ιερον του θεου εις ιερουσαλημ μηνος δευτερου ηρξατο ζοροβαβελ ο του σαλαθιηλ και ιησους ο του ιωσεδεκ και οι αδελφοι αυτων και οι ιερεις οι λευιται και παντες οι παραγενομενοι εκ της αιχμαλωσιας εις ιερουσαλημ

5:55 και εθεμελιωσαν τον ναον του θεου τη νουμηνια του δευτερου μηνος του δευτερου ετους εν τω ελθειν εις την ιουδαιαν και ιερουσαλημ

5:56 και εστησαν τους λευιτας απο εικοσαετους επι των εργων του κυριου και εστη ιησους και οι υιοι και οι αδελφοι και καδμιηλ ο αδελφος και οι υιοι ιησου ημαδαβουν και οι υιοι ιωδα του ιλιαδουν συν τοις υιοις και αδελφοις παντες οι λευιται ομοθυμαδον εργοδιωκται ποιουντες εις τα εργα εν τω οικω του θεου

5:57 και ωκοδομησαν οι οικοδομοι τον ναον του κυριου και εστησαν οι ιερεις εστολισμενοι μετα μουσικων και σαλπιγγων και οι λευιται υιοι ασαφ εχοντες τα κυμβαλα υμνουντες τω κυριω και ευλογουντες κατα δαυιδ βασιλεα του ισραηλ

5:58 και εφωνησαν δι' υμνων ομολογουντες τω κυριω οτι η χρηστοτης αυτου και η δοξα εις τους αιωνας παντι ισραηλ

5:59 και πας ο λαος εσαλπισαν και εβοησαν φωνη μεγαλη υμνουντες τω κυριω επι τη εγερσει του οικου του κυριου

5:60 και ηλθοσαν εκ των ιερεων των λευιτων και των προκαθημενων κατα τας πατριας αυτων οι πρεσβυτεροι οι εωρακοτες τον προ τουτου οικον προς την τουτου οικοδομην μετα κραυγης και κλαυθμου μεγαλου

5:61 και πολλοι δια σαλπιγγων και χαρας μεγαλη τη φωνη

5:62 ωστε τον λαον μη ακουειν των σαλπιγγων δια τον κλαυθμον του λαου ο γαρ οχλος ην ο σαλπιζων μεγαλωστι ωστε μακροθεν ακουεσθαι

5:63 και ακουσαντες οι εχθροι της φυλης ιουδα και βενιαμιν ηλθοσαν επιγνωναι τις η φωνη των σαλπιγγων

5:64 και επεγνωσαν οτι οι εκ της αιχμαλωσιας οικοδομουσιν τον ναον τω κυριω θεω ισραηλ

5:65 και προσελθοντες τω ζοροβαβελ και ιησου και τοις ηγουμενοις των πατριων λεγουσιν αυτοις συνοικοδομησομεν υμιν

5:66 ομοιως γαρ υμιν ακουομεν του κυριου υμων και αυτω επιθυομεν απο ημερων ασβασαρεθ βασιλεως ασσυριων ος μετηγαγεν ημας ενταυθα

5:67 και ειπεν αυτοις ζοροβαβελ και ιησους και οι ηγουμενοι των πατριων του ισραηλ ουχ υμιν και ημιν του οικοδομησαι τον οικον κυριω τω θεω ημων

5:68 ημεις γαρ μονοι οικοδομησομεν τω κυριω του ισραηλ ακολουθως οις προσεταξεν ημιν κυρος ο βασιλευς περσων

5:69 τα δε εθνη της γης επικειμενα τοις εν τη ιουδαια και πολιορκουντες ειργον του οικοδομειν

5:70 και επιβουλας και δημαγωγιας και επισυστασεις ποιουμενοι απεκωλυσαν του επιτελεσθηναι την οικοδομην παντα τον χρονον της ζωης του βασιλεως κυρου

5:71 και ειρχθησαν της οικοδομης ετη δυο εως της δαρειου βασιλειας

 

Created with FREE HTMLCompiler by BibleDatabase