HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezra 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

7:1 τοτε σισιννης ο επαρχος κοιλης συριας και φοινικης και σαθραβουζανης και οι συνεταιροι κατακολουθησαντες τοις υπο του βασιλεως δαρειου προσταγεισιν

7:2 επεστατουν των ιερων εργων επιμελεστερον συνεργουντες τοις πρεσβυτεροις των ιουδαιων και ιεροσταταις

7:3 και ευοδα εγινετο τα ιερα εργα προφητευοντων αγγαιου και ζαχαριου των προφητων

7:4 και συνετελεσαν ταυτα δια προσταγματος του κυριου θεου ισραηλ

7:5 και μετα της γνωμης κυρου και δαρειου και αρταξερξου βασιλεως περσων συνετελεσθη ο οικος ο αγιος εως τριτης και εικαδος μηνος αδαρ του εκτου ετους βασιλεως δαρειου

7:6 και εποιησαν οι υιοι ισραηλ και οι ιερεις και οι λευιται και οι λοιποι οι εκ της αιχμαλωσιας οι προστεθεντες ακολουθως τοις εν τη μωυσεως βιβλω

7:7 και προσηνεγκαν εις τον εγκαινισμον του ιερου του κυριου ταυρους εκατον κριους διακοσιους αρνας τετρακοσιους

7:8 χιμαρους υπερ αμαρτιας παντος του ισραηλ δωδεκα προς αριθμον εκ των φυλαρχων του ισραηλ δωδεκα

7:9 και εστησαν οι ιερεις και οι λευιται εστολισμενοι κατα φυλας επι των εργων του κυριου θεου ισραηλ ακολουθως τη μωυσεως βιβλω και οι θυρωροι εφ' εκαστου πυλωνος

7:10 και ηγαγοσαν οι υιοι ισραηλ των εκ της αιχμαλωσιας το πασχα εν τη τεσσαρεσκαιδεκατη του πρωτου μηνος οτι ηγνισθησαν οι ιερεις και οι λευιται αμα

7:11 και παντες οι υιοι της αιχμαλωσιας ουχ ηγνισθησαν οτι οι λευιται αμα παντες ηγνισθησαν

7:12 και εθυσαν το πασχα πασιν τοις υιοις της αιχμαλωσιας και τοις αδελφοις αυτων τοις ιερευσιν και εαυτοις

7:13 και εφαγοσαν οι υιοι ισραηλ οι εκ της αιχμαλωσιας παντες οι χωρισθεντες απο των βδελυγματων των εθνων της γης ζητουντες τον κυριον

7:14 και ηγαγοσαν την εορτην των αζυμων επτα ημερας ευφραινομενοι εναντι του κυριου

7:15 οτι μετεστρεψεν την βουλην του βασιλεως ασσυριων επ' αυτους κατισχυσαι τας χειρας αυτων επι τα εργα κυριου θεου ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase