HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

1:1 και εν τω πρωτω ετει κυρου του βασιλεως περσων του τελεσθηναι λογον κυριου απο στοματος ιερεμιου εξηγειρεν κυριος το πνευμα κυρου βασιλεως περσων και παρηγγειλεν φωνην εν παση βασιλεια αυτου και γε εν γραπτω λεγων

1:2 ουτως ειπεν κυρος βασιλευς περσων πασας τας βασιλειας της γης εδωκεν μοι κυριος ο θεος του ουρανου και αυτος επεσκεψατο επ' εμε του οικοδομησαι αυτω οικον εν ιερουσαλημ τη εν τη ιουδαια

1:3 τις εν υμιν απο παντος του λαου αυτου και εσται ο θεος αυτου μετ' αυτου και αναβησεται εις ιερουσαλημ την εν τη ιουδαια και οικοδομησατω τον οικον θεου ισραηλ αυτος ο θεος ο εν ιερουσαλημ

1:4 και πας ο καταλειπομενος απο παντων των τοπων ου αυτος παροικει εκει και λημψονται αυτον ανδρες του τοπου αυτου εν αργυριω και χρυσιω και αποσκευη και κτηνεσιν μετα του εκουσιου εις οικον του θεου του εν ιερουσαλημ

1:5 και ανεστησαν αρχοντες των πατριων τω ιουδα και βενιαμιν και οι ιερεις και οι λευιται παντων ων εξηγειρεν ο θεος το πνευμα αυτων του αναβηναι οικοδομησαι τον οικον κυριου τον εν ιερουσαλημ

1:6 και παντες οι κυκλοθεν ενισχυσαν εν χερσιν αυτων εν σκευεσιν αργυριου εν χρυσω εν αποσκευη και εν κτηνεσιν και εν ξενιοις παρεξ των εν εκουσιοις

1:7 και ο βασιλευς κυρος εξηνεγκεν τα σκευη οικου κυριου α ελαβεν ναβουχοδονοσορ απο ιερουσαλημ και εδωκεν αυτα εν οικω θεου αυτου

1:8 και εξηνεγκεν αυτα κυρος βασιλευς περσων επι χειρα μιθραδατου γασβαρηνου και ηριθμησεν αυτα τω σασαβασαρ αρχοντι του ιουδα

1:9 και ουτος ο αριθμος αυτων ψυκτηρες χρυσοι τριακοντα και ψυκτηρες αργυροι χιλιοι παρηλλαγμενα εννεα και εικοσι

1:10 κεφφουρη χρυσοι τριακοντα και αργυροι διακοσιοι και σκευη ετερα χιλια

1:11 παντα τα σκευη τω χρυσω και τω αργυρω πεντακισχιλια και τετρακοσια τα παντα αναβαινοντα μετα σασαβασαρ απο της αποικιας εκ βαβυλωνος εις ιερουσαλημ

 

Created with FREE HTMLCompiler by BibleDatabase