HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

3:1 και εφθασεν ο μην ο εβδομος και οι υιοι ισραηλ εν πολεσιν αυτων και συνηχθη ο λαος ως ανηρ εις εις ιερουσαλημ

3:2 και ανεστη ιησους ο του ιωσεδεκ και οι αδελφοι αυτου ιερεις και ζοροβαβελ ο του σαλαθιηλ και οι αδελφοι αυτου και ωκοδομησαν το θυσιαστηριον θεου ισραηλ του ανενεγκαι επ' αυτο ολοκαυτωσεις κατα τα γεγραμμενα εν νομω μωυση ανθρωπου του θεου

3:3 και ητοιμασαν το θυσιαστηριον επι την ετοιμασιαν αυτου οτι εν καταπληξει επ' αυτους απο των λαων των γαιων και ανεβη επ' αυτο ολοκαυτωσις τω κυριω το πρωι και εις εσπεραν

3:4 και εποιησαν την εορτην των σκηνων κατα το γεγραμμενον και ολοκαυτωσεις ημεραν εν ημερα εν αριθμω ως η κρισις λογον ημερας εν ημερα αυτου

3:5 και μετα τουτο ολοκαυτωσεις ενδελεχισμου και εις τας νουμηνιας και εις πασας εορτας τας ηγιασμενας και παντι εκουσιαζομενω εκουσιον τω κυριω

3:6 εν ημερα μια του μηνος του εβδομου ηρξαντο αναφερειν ολοκαυτωσεις τω κυριω και ο οικος κυριου ουκ εθεμελιωθη

3:7 και εδωκαν αργυριον τοις λατομοις και τοις τεκτοσιν και βρωματα και ποτα και ελαιον τοις σηδανιν και τοις σωριν ενεγκαι ξυλα κεδρινα απο του λιβανου προς θαλασσαν ιοππης κατ' επιχωρησιν κυρου βασιλεως περσων επ' αυτους

3:8 και εν τω ετει τω δευτερω του ελθειν αυτους εις οικον του θεου εις ιερουσαλημ εν μηνι τω δευτερω ηρξατο ζοροβαβελ ο του σαλαθιηλ και ιησους ο του ιωσεδεκ και οι καταλοιποι των αδελφων αυτων οι ιερεις και οι λευιται και παντες οι ερχομενοι απο της αιχμαλωσιας εις ιερουσαλημ και εστησαν τους λευιτας απο εικοσαετους και επανω επι τους ποιουντας τα εργα εν οικω κυριου

3:9 και εστη ιησους και οι υιοι αυτου και οι αδελφοι αυτου καδμιηλ και οι υιοι αυτου υιοι ιουδα επι τους ποιουντας τα εργα εν οικω του θεου υιοι ηναδαδ υιοι αυτων και αδελφοι αυτων οι λευιται

3:10 και εθεμελιωσαν του οικοδομησαι τον οικον κυριου και εστησαν οι ιερεις εστολισμενοι εν σαλπιγξιν και οι λευιται υιοι ασαφ εν κυμβαλοις του αινειν τον κυριον επι χειρας δαυιδ βασιλεως ισραηλ

3:11 και απεκριθησαν εν αινω και ανθομολογησει τω κυριω οτι αγαθον οτι εις τον αιωνα το ελεος αυτου επι ισραηλ και πας ο λαος εσημαινον φωνην μεγαλην αινειν τω κυριω επι θεμελιωσει οικου κυριου

3:12 και πολλοι απο των ιερεων και των λευιτων και αρχοντες των πατριων οι πρεσβυτεροι οι ειδοσαν τον οικον τον πρωτον εν θεμελιωσει αυτου και τουτον τον οικον εν οφθαλμοις αυτων εκλαιον φωνη μεγαλη και οχλος εν σημασια μετ' ευφροσυνης του υψωσαι ωδην

3:13 και ουκ ην ο λαος επιγινωσκων φωνην σημασιας της ευφροσυνης απο της φωνης του κλαυθμου του λαου οτι ο λαος εκραυγασεν φωνη μεγαλη και η φωνη ηκουετο εως απο μακροθεν

 

Created with FREE HTMLCompiler by BibleDatabase