HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

5:1 και επροφητευσεν αγγαιος ο προφητης και ζαχαριας ο του αδδω προφητειαν επι τους ιουδαιους τους εν ιουδα και ιερουσαλημ εν ονοματι θεου ισραηλ επ' αυτους

5:2 τοτε ανεστησαν ζοροβαβελ ο του σαλαθιηλ και ιησους ο υιος ιωσεδεκ και ηρξαντο οικοδομησαι τον οικον του θεου τον εν ιερουσαλημ και μετ' αυτων οι προφηται του θεου βοηθουντες αυτοις

5:3 εν αυτω τω καιρω ηλθεν επ' αυτους θανθαναι επαρχος περαν του ποταμου και σαθαρβουζανα και οι συνδουλοι αυτων και τοια ειπαν αυτοις τις εθηκεν υμιν γνωμην του οικοδομησαι τον οικον τουτον και την χορηγιαν ταυτην καταρτισασθαι

5:4 τοτε ταυτα ειποσαν αυτοις τινα εστιν τα ονοματα των ανδρων των οικοδομουντων την πολιν ταυτην

5:5 και οι οφθαλμοι του θεου επι την αιχμαλωσιαν ιουδα και ου κατηργησαν αυτους εως γνωμη τω δαρειω απηνεχθη και τοτε απεσταλη τω φορολογω υπερ τουτου

5:6 διασαφησις επιστολης ης απεστειλεν θανθαναι ο επαρχος του περαν του ποταμου και σαθαρβουζανα και οι συνδουλοι αυτων αφαρσαχαιοι οι εν τω περαν του ποταμου δαρειω τω βασιλει

5:7 ρησιν απεστειλαν προς αυτον και ταδε γεγραπται εν αυτω δαρειω τω βασιλει ειρηνη πασα

5:8 γνωστον εστω τω βασιλει οτι επορευθημεν εις την ιουδαιαν χωραν εις οικον του θεου του μεγαλου και αυτος οικοδομειται λιθοις εκλεκτοις και ξυλα εντιθεται εν τοις τοιχοις και το εργον εκεινο επιδεξιον γινεται και ευοδουται εν ταις χερσιν αυτων

5:9 τοτε ηρωτησαμεν τους πρεσβυτερους εκεινους και ουτως ειπαμεν αυτοις τις εθηκεν υμιν γνωμην τον οικον τουτον οικοδομησαι και την χορηγιαν ταυτην καταρτισασθαι

5:10 και τα ονοματα αυτων ηρωτησαμεν αυτους γνωρισαι σοι ωστε γραψαι σοι τα ονοματα των ανδρων των αρχοντων αυτων

5:11 και τοιουτο ρημα απεκριθησαν ημιν λεγοντες ημεις εσμεν δουλοι του θεου του ουρανου και της γης και οικοδομουμεν τον οικον ος ην ωκοδομημενος προ τουτου ετη πολλα και βασιλευς του ισραηλ μεγας ωκοδομησεν αυτον και κατηρτισατο αυτον

5:12 αυτοις αφ' οτε δε παρωργισαν οι πατερες ημων τον θεον του ουρανου εδωκεν αυτους εις χειρας ναβουχοδονοσορ βασιλεως βαβυλωνος του χαλδαιου και τον οικον τουτον κατελυσεν και τον λαον απωκισεν εις βαβυλωνα

5:13 αλλ' εν ετει πρωτω κυρου του βασιλεως κυρος ο βασιλευς εθετο γνωμην τον οικον του θεου τουτον οικοδομηθηναι

5:14 και τα σκευη του οικου του θεου τα χρυσα και τα αργυρα α ναβουχοδονοσορ εξηνεγκεν απο οικου του εν ιερουσαλημ και απηνεγκεν αυτα εις ναον του βασιλεως εξηνεγκεν αυτα κυρος ο βασιλευς απο ναου του βασιλεως και εδωκεν τω σασαβασαρ τω θησαυροφυλακι τω επι του θησαυρου

5:15 και ειπεν αυτω παντα τα σκευη λαβε και πορευου θες αυτα εν τω οικω τω εν ιερουσαλημ εις τον εαυτων τοπον

5:16 τοτε σασαβασαρ εκεινος ηλθεν και εδωκεν θεμελιους του οικου του θεου του εν ιερουσαλημ και απο τοτε εως του νυν ωκοδομηθη και ουκ ετελεσθη

5:17 και νυν ει επι τον βασιλεα αγαθον επισκεπητω εν οικω της γαζης του βασιλεως βαβυλωνος οπως γνως οτι απο βασιλεως κυρου ετεθη γνωμη οικοδομησαι τον οικον του θεου εκεινον τον εν ιερουσαλημ και γνους ο βασιλευς περι τουτου πεμψατω προς ημας

 

Created with FREE HTMLCompiler by BibleDatabase