HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

6:1 τοτε δαρειος ο βασιλευς εθηκεν γνωμην και επεσκεψατο εν ταις βιβλιοθηκαις οπου η γαζα κειται εν βαβυλωνι

6:2 και ευρεθη εν πολει εν τη βαρει της μηδων πολεως κεφαλις μια και τουτο ην γεγραμμενον εν αυτη υπομνημα

6:3 εν ετει πρωτω κυρου βασιλεως κυρος ο βασιλευς εθηκεν γνωμην περι οικου του θεου του εν ιερουσαλημ οικος οικοδομηθητω και τοπος ου θυσιαζουσιν τα θυσιασματα και εθηκεν επαρμα υψος πηχεις εξηκοντα πλατος αυτου πηχεων εξηκοντα

6:4 και δομοι λιθινοι κραταιοι τρεις και δομος ξυλινος εις και η δαπανη εξ οικου του βασιλεως δοθησεται

6:5 και τα σκευη οικου του θεου τα αργυρα και τα χρυσα α ναβουχοδονοσορ εξηνεγκεν απο οικου του εν ιερουσαλημ και εκομισεν εις βαβυλωνα και δοθητω και απελθατω εις τον ναον τον εν ιερουσαλημ επι τοπου ου ετεθη εν οικω του θεου

6:6 νυν δωσετε επαρχοι περαν του ποταμου σαθαρβουζανα και οι συνδουλοι αυτων αφαρσαχαιοι οι εν περα του ποταμου μακραν οντες εκειθεν

6:7 αφετε το εργον οικου του θεου οι αφηγουμενοι των ιουδαιων και οι πρεσβυτεροι των ιουδαιων οικον του θεου εκεινον οικοδομειτωσαν επι του τοπου αυτου

6:8 και απ' εμου ετεθη γνωμη μηποτε τι ποιησητε μετα των πρεσβυτερων των ιουδαιων του οικοδομησαι οικον του θεου εκεινον και απο υπαρχοντων βασιλεως των φορων περαν του ποταμου επιμελως δαπανη εστω διδομενη τοις ανδρασιν εκεινοις το μη καταργηθηναι

6:9 και ο αν υστερημα και υιους βοων και κριων και αμνους εις ολοκαυτωσεις τω θεω του ουρανου πυρους αλας οινον ελαιον κατα το ρημα των ιερεων των εν ιερουσαλημ εστω διδομενον αυτοις ημεραν εν ημερα ο εαν αιτησωσιν

6:10 ινα ωσιν προσφεροντες ευωδιας τω θεω του ουρανου και προσευχωνται εις ζωην του βασιλεως και των υιων αυτου

6:11 και απ' εμου ετεθη γνωμη οτι πας ανθρωπος ος αλλαξει το ρημα τουτο καθαιρεθησεται ξυλον εκ της οικιας αυτου και ωρθωμενος παγησεται επ' αυτου και ο οικος αυτου το κατ' εμε ποιηθησεται

6:12 και ο θεος ου κατασκηνοι το ονομα εκει καταστρεψει παντα βασιλεα και λαον ος εκτενει την χειρα αυτου αλλαξαι η αφανισαι τον οικον του θεου εκεινον τον εν ιερουσαλημ εγω δαρειος εθηκα γνωμην επιμελως εσται

6:13 τοτε θανθαναι επαρχος περαν του ποταμου σαθαρβουζανα και οι συνδουλοι αυτου προς ο απεστειλεν δαρειος ο βασιλευς ουτως εποιησαν επιμελως

6:14 και οι πρεσβυτεροι των ιουδαιων ωκοδομουσαν και οι λευιται εν προφητεια αγγαιου του προφητου και ζαχαριου υιου αδδω και ανωκοδομησαν και κατηρτισαντο απο γνωμης θεου ισραηλ και απο γνωμης κυρου και δαρειου και αρθασασθα βασιλεων περσων

6:15 και ετελεσαν τον οικον τουτον εως ημερας τριτης μηνος αδαρ ο εστιν ετος εκτον τη βασιλεια δαρειου του βασιλεως

6:16 και εποιησαν οι υιοι ισραηλ οι ιερεις και οι λευιται και οι καταλοιποι υιων αποικεσιας εγκαινια του οικου του θεου εν ευφροσυνη

6:17 και προσηνεγκαν εις τα εγκαινια του οικου του θεου μοσχους εκατον κριους διακοσιους αμνους τετρακοσιους χιμαρους αιγων περι αμαρτιας υπερ παντος ισραηλ δωδεκα εις αριθμον φυλων ισραηλ

6:18 και εστησαν τους ιερεις εν διαιρεσεσιν αυτων και τους λευιτας εν μερισμοις αυτων επι δουλεια θεου του εν ιερουσαλημ κατα την γραφην βιβλιου μωυση

6:19 και εποιησαν οι υιοι της αποικεσιας το πασχα τη τεσσαρεσκαιδεκατη του μηνος του πρωτου

6:20 οτι εκαθαρισθησαν οι ιερεις και οι λευιται εως εις παντες καθαροι και εσφαξαν το πασχα τοις πασιν υιοις της αποικεσιας και τοις αδελφοις αυτων τοις ιερευσιν και εαυτοις

6:21 και εφαγον οι υιοι ισραηλ το πασχα οι απο της αποικεσιας και πας ο χωριζομενος της ακαθαρσιας εθνων της γης προς αυτους του εκζητησαι κυριον θεον ισραηλ

6:22 και εποιησαν την εορτην των αζυμων επτα ημερας εν ευφροσυνη οτι ευφρανεν αυτους κυριος και επεστρεψεν καρδιαν βασιλεως ασσουρ επ' αυτους κραταιωσαι τας χειρας αυτων εν εργοις οικου του θεου ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase