HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

10:1 και ως προσηυξατο εσδρας και ως εξηγορευσεν κλαιων και προσευχομενος ενωπιον οικου του θεου συνηχθησαν προς αυτον απο ισραηλ εκκλησια πολλη σφοδρα ανδρες και γυναικες και νεανισκοι οτι εκλαυσεν ο λαος και υψωσεν κλαιων

10:2 και απεκριθη σεχενιας υιος ιιηλ απο υιων ηλαμ και ειπεν τω εσδρα ημεις ησυνθετησαμεν τω θεω ημων και εκαθισαμεν γυναικας αλλοτριας απο λαων της γης και νυν εστιν υπομονη τω ισραηλ επι τουτω

10:3 και νυν διαθωμεθα διαθηκην τω θεω ημων εκβαλειν πασας τας γυναικας και τα γενομενα εξ αυτων ως αν βουλη αναστηθι και φοβερισον αυτους εν εντολαις θεου ημων και ως ο νομος γενηθητω

10:4 αναστα οτι επι σε το ρημα και ημεις μετα σου κραταιου και ποιησον

10:5 και ανεστη εσδρας και ωρκισεν τους αρχοντας τους ιερεις και λευιτας και παντα ισραηλ του ποιησαι κατα το ρημα τουτο και ωμοσαν

10:6 και ανεστη εσδρας απο προσωπου οικου του θεου και επορευθη εις γαζοφυλακιον ιωαναν υιου ελισουβ και επορευθη εκει αρτον ουκ εφαγεν και υδωρ ουκ επιεν οτι επενθει επι τη ασυνθεσια της αποικιας

10:7 και παρηνεγκαν φωνην εν ιουδα και εν ιερουσαλημ πασιν τοις υιοις της αποικιας του συναθροισθηναι εις ιερουσαλημ

10:8 και πας ος αν μη ελθη εις τρεις ημερας ως η βουλη των αρχοντων και των πρεσβυτερων αναθεματισθησεται πασα η υπαρξις αυτου και αυτος διασταλησεται απο εκκλησιας της αποικιας

10:9 και συνηχθησαν παντες ανδρες ιουδα και βενιαμιν εις ιερουσαλημ εις τας τρεις ημερας ουτος ο μην ο ενατος εν εικαδι του μηνος εκαθισεν πας ο λαος εν πλατεια οικου του θεου απο θορυβου αυτων περι του ρηματος και απο του χειμωνος

10:10 και ανεστη εσδρας ο ιερευς και ειπεν προς αυτους υμεις ησυνθετηκατε και εκαθισατε γυναικας αλλοτριας του προσθειναι επι πλημμελειαν ισραηλ

10:11 και νυν δοτε αινεσιν κυριω τω θεω των πατερων υμων και ποιησατε το αρεστον ενωπιον αυτου και διασταλητε απο λαων της γης και απο των γυναικων των αλλοτριων

10:12 και απεκριθησαν πασα η εκκλησια και ειπαν μεγα τουτο το ρημα σου εφ' ημας ποιησαι

10:13 αλλα ο λαος πολυς και ο καιρος χειμερινος και ουκ εστιν δυναμις στηναι εξω και το εργον ουκ εις ημεραν μιαν και ουκ εις δυο οτι επληθυναμεν του αδικησαι εν τω ρηματι τουτω

10:14 στητωσαν δη οι αρχοντες ημων τη παση εκκλησια και παντες οι εν πολεσιν ημων ος εκαθισεν γυναικας αλλοτριας ελθετωσαν εις καιρους απο συνταγων και μετ' αυτων πρεσβυτεροι πολεως και πολεως και κριται του αποστρεψαι οργην θυμου θεου ημων εξ ημων περι του ρηματος τουτου

10:15 πλην ιωναθαν υιος ασαηλ και ιαζια υιος θεκουε μετ' εμου περι τουτου και μεσουλαμ και σαβαθαι ο λευιτης βοηθων αυτοις

10:16 και εποιησαν ουτως υιοι της αποικιας και διεσταλησαν εσδρας ο ιερευς και ανδρες αρχοντες πατριων τω οικω και παντες εν ονομασιν οτι επεστρεψαν εν ημερα μια του μηνος του δεκατου εκζητησαι το ρημα

10:17 και ετελεσαν εν πασιν ανδρασιν οι εκαθισαν γυναικας αλλοτριας εως ημερας μιας του μηνος του πρωτου

10:18 και ευρεθησαν απο υιων των ιερεων οι εκαθισαν γυναικας αλλοτριας απο υιων ιησου υιου ιωσεδεκ και αδελφοι αυτου μαασηα και ελιεζερ και ιαριβ και γαδαλια

10:19 και εδωκαν χειρα αυτων του εξενεγκαι γυναικας αυτων και πλημμελειας κριον εκ προβατων περι πλημμελησεως αυτων

10:20 και απο υιων εμμηρ ανανι και ζαβδια

10:21 και απο υιων ηραμ μασαια και ελια και σαμαια και ιιηλ και οζια

10:22 και απο υιων φασουρ ελιωηναι μαασαια και ισμαηλ και ναθαναηλ και ιωζαβαδ και ηλασα

10:23 και απο των λευιτων ιωζαβαδ και σαμου και κωλια αυτος κωλιτας και φαθαια και ιοδομ και ελιεζερ

10:24 και απο των αδοντων ελισαφ και απο των πυλωρων σελλημ και τελημ και ωδουε

10:25 και απο ισραηλ απο υιων φορος ραμια και ιαζια και μελχια και μεαμιν και ελεαζαρ και ασαβια και βαναια

10:26 και απο υιων ηλαμ μαθανια και ζαχαρια και ιαιηλ και αβδια και ιαριμωθ και ηλια

10:27 και απο υιων ζαθουα ελιωηναι ελισουβ μαθανια και ιαρμωθ και ζαβαδ και οζιζα

10:28 και απο υιων βαβι ιωαναν ανανια και ζαβου οθαλι

10:29 και απο υιων βανουι μεσουλαμ μαλουχ αδαιας ιασουβ και σαλουια και ρημωθ

10:30 και απο υιων φααθμωαβ εδενε χαληλ βαναια μασηα μαθανια βεσεληλ και βανουι και μανασση

10:31 και απο υιων ηραμ ελιεζερ ιεσσια μελχια σαμαια σεμεων

10:32 βενιαμιν μαλουχ σαμαρια

10:33 και απο υιων ησαμ μαθανι μαθαθα ζαβεδ ελιφαλεθ ιεραμι μανασση σεμει

10:34 απο υιων βανι μοοδι αμραμ ουηλ

10:35 βαναια βαδαια χελια

10:36 ουιεχωα ιεραμωθ ελιασιβ

10:37 μαθανια μαθαναι και εποιησαν

10:38 οι υιοι βανουι και οι υιοι σεμει

10:39 και σελεμια και ναθαν και αδαια

10:40 μαχναδαβου σεσι σαρου

10:41 εζερηλ και σελεμια και σαμαρια

10:42 και σαλουμ αμαρια ιωσηφ

10:43 απο υιων ναβου ιιηλ μαθαθια σεδεμ ζαμβινα ιαδαι και ιωηλ και βαναια

10:44 παντες ουτοι ελαβοσαν γυναικας αλλοτριας και εγεννησαν εξ αυτων υιους

 

Created with FREE HTMLCompiler by BibleDatabase