HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

11:1 λογοι νεεμια υιου αχαλια και εγενετο εν μηνι χασεηλου ετους εικοστου και εγω ημην εν σουσαν αβιρα

11:2 και ηλθεν ανανι εις απο αδελφων μου αυτος και ανδρες ιουδα και ηρωτησα αυτους περι των σωθεντων οι κατελειφθησαν απο της αιχμαλωσιας και περι ιερουσαλημ

11:3 και ειποσαν προς με οι καταλειπομενοι οι καταλειφθεντες απο της αιχμαλωσιας εκει εν τη χωρα εν πονηρια μεγαλη και εν ονειδισμω και τειχη ιερουσαλημ καθηρημενα και αι πυλαι αυτης ενεπρησθησαν εν πυρι

11:4 και εγενετο εν τω ακουσαι με τους λογους τουτους εκαθισα και εκλαυσα και επενθησα ημερας και ημην νηστευων και προσευχομενος ενωπιον θεου του ουρανου

11:5 και ειπα μη δη κυριε ο θεος του ουρανου ο ισχυρος ο μεγας και ο φοβερος φυλασσων την διαθηκην και το ελεος τοις αγαπωσιν αυτον και τοις φυλασσουσιν τας εντολας αυτου

11:6 εστω δη το ους σου προσεχον και οι οφθαλμοι σου ανεωγμενοι του ακουσαι προσευχην δουλου σου ην εγω προσευχομαι ενωπιον σου σημερον ημεραν και νυκτα περι υιων ισραηλ δουλων σου και εξαγορευω επι αμαρτιαις υιων ισραηλ ας ημαρτομεν σοι και εγω και ο οικος πατρος μου ημαρτομεν

11:7 διαλυσει διελυσαμεν προς σε και ουκ εφυλαξαμεν τας εντολας και τα προσταγματα και τα κριματα α ενετειλω τω μωυση παιδι σου

11:8 μνησθητι δη τον λογον ον ενετειλω τω μωυση παιδι σου λεγων υμεις εαν ασυνθετησητε εγω διασκορπιω υμας εν τοις λαοις

11:9 και εαν επιστρεψητε προς με και φυλαξητε τας εντολας μου και ποιησητε αυτας εαν η η διασπορα υμων απ' ακρου του ουρανου εκειθεν συναξω αυτους και εισαξω αυτους εις τον τοπον ον εξελεξαμην κατασκηνωσαι το ονομα μου εκει

11:10 και αυτοι παιδες σου και λαος σου ους ελυτρωσω εν δυναμει σου τη μεγαλη και εν τη χειρι σου τη κραταια

11:11 μη δη κυριε αλλ' εστω το ους σου προσεχον εις την προσευχην του δουλου σου και εις την προσευχην παιδων σου των θελοντων φοβεισθαι το ονομα σου και ευοδωσον δη τω παιδι σου σημερον και δος αυτον εις οικτιρμους ενωπιον του ανδρος τουτου και εγω ημην οινοχοος τω βασιλει

 

Created with FREE HTMLCompiler by BibleDatabase