HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

12:1 και εγενετο εν μηνι νισαν ετους εικοστου αρθασασθα βασιλει και ην ο οινος ενωπιον εμου και ελαβον τον οινον και εδωκα τω βασιλει και ουκ ην ετερος ενωπιον αυτου

12:2 και ειπεν μοι ο βασιλευς δια τι το προσωπον σου πονηρον και ουκ ει μετριαζων ουκ εστιν τουτο ει μη πονηρια καρδιας και εφοβηθην πολυ σφοδρα

12:3 και ειπα τω βασιλει ο βασιλευς εις τον αιωνα ζητω δια τι ου μη γενηται πονηρον το προσωπον μου διοτι η πολις οικος μνημειων πατερων μου ηρημωθη και αι πυλαι αυτης κατεβρωθησαν εν πυρι

12:4 και ειπεν μοι ο βασιλευς περι τινος τουτο συ ζητεις και προσηυξαμην προς τον θεον του ουρανου

12:5 και ειπα τω βασιλει ει επι τον βασιλεα αγαθον και ει αγαθυνθησεται ο παις σου ενωπιον σου ωστε πεμψαι αυτον εις ιουδα εις πολιν μνημειων πατερων μου και ανοικοδομησω αυτην

12:6 και ειπεν μοι ο βασιλευς και η παλλακη η καθημενη εχομενα αυτου εως ποτε εσται η πορεια σου και ποτε επιστρεψεις και ηγαθυνθη ενωπιον του βασιλεως και απεστειλεν με και εδωκα αυτω ορον

12:7 και ειπα τω βασιλει ει επι τον βασιλεα αγαθον δοτω μοι επιστολας προς τους επαρχους περαν του ποταμου ωστε παραγαγειν με εως ελθω επι ιουδαν

12:8 και επιστολην επι ασαφ φυλακα του παραδεισου ος εστιν τω βασιλει ωστε δουναι μοι ξυλα στεγασαι τας πυλας και εις το τειχος της πολεως και εις οικον ον εισελευσομαι εις αυτον και εδωκεν μοι ο βασιλευς ως χειρ θεου η αγαθη

12:9 και ηλθον προς τους επαρχους περαν του ποταμου και εδωκα αυτοις τας επιστολας του βασιλεως και απεστειλεν μετ' εμου ο βασιλευς αρχηγους δυναμεως και ιππεις

12:10 και ηκουσεν σαναβαλλατ ο αρωνι και τωβια ο δουλος ο αμμωνι και πονηρον αυτοις εγενετο οτι ηκει ανθρωπος ζητησαι αγαθον τοις υιοις ισραηλ

12:11 και ηλθον εις ιερουσαλημ και ημην εκει ημερας τρεις

12:12 και ανεστην νυκτος εγω και ανδρες ολιγοι μετ' εμου και ουκ απηγγειλα ανθρωπω τι ο θεος διδωσιν εις καρδιαν μου του ποιησαι μετα του ισραηλ και κτηνος ουκ εστιν μετ' εμου ει μη το κτηνος ω εγω επιβαινω επ' αυτω

12:13 και εξηλθον εν πυλη του γωληλα και προς στομα πηγης των συκων και εις πυλην της κοπριας και ημην συντριβων εν τω τειχει ιερουσαλημ ο αυτοι καθαιρουσιν και πυλαι αυτης κατεβρωθησαν πυρι

12:14 και παρηλθον επι πυλην του αιν και εις κολυμβηθραν του βασιλεως και ουκ ην τοπος τω κτηνει παρελθειν υποκατω μου

12:15 και ημην αναβαινων εν τω τειχει χειμαρρου νυκτος και ημην συντριβων εν τω τειχει και ημην εν πυλη της φαραγγος και επεστρεψα

12:16 και οι φυλασσοντες ουκ εγνωσαν τι επορευθην και τι εγω ποιω και τοις ιουδαιοις και τοις ιερευσιν και τοις εντιμοις και τοις στρατηγοις και τοις καταλοιποις τοις ποιουσιν τα εργα εως τοτε ουκ απηγγειλα

12:17 και ειπα προς αυτους υμεις βλεπετε την πονηριαν εν η εσμεν εν αυτη πως ιερουσαλημ ερημος και αι πυλαι αυτης εδοθησαν πυρι δευτε και διοικοδομησωμεν το τειχος ιερουσαλημ και ουκ εσομεθα ετι ονειδος

12:18 και απηγγειλα αυτοις την χειρα του θεου η εστιν αγαθη επ' εμε και τους λογους του βασιλεως ους ειπεν μοι και ειπα αναστωμεν και οικοδομησωμεν και εκραταιωθησαν αι χειρες αυτων εις αγαθον

12:19 και ηκουσεν σαναβαλλατ ο αρωνι και τωβια ο δουλος ο αμμωνι και γησαμ ο αραβι και εξεγελασαν ημας και ηλθον εφ' ημας και ειπαν τι το ρημα τουτο ο υμεις ποιειτε η επι τον βασιλεα υμεις αποστατειτε

12:20 και επεστρεψα αυτοις λογον και ειπα αυτοις ο θεος του ουρανου αυτος ευοδωσει ημιν και ημεις δουλοι αυτου καθαροι και οικοδομησομεν και υμιν ουκ εστιν μερις και δικαιοσυνη και μνημοσυνον εν ιερουσαλημ

 

Created with FREE HTMLCompiler by BibleDatabase