HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

15:1 και ην κραυγη του λαου και γυναικων αυτων μεγαλη προς τους αδελφους αυτων τους ιουδαιους

15:2 και ησαν τινες λεγοντες εν υιοις ημων και εν θυγατρασιν ημων ημεις πολλοι και λημψομεθα σιτον και φαγομεθα και ζησομεθα

15:3 και εισιν τινες λεγοντες αγροι ημων και αμπελωνες ημων και οικιαι ημων ημεις διεγγυωμεν και λημψομεθα σιτον και φαγομεθα

15:4 και εισιν τινες λεγοντες εδανεισαμεθα αργυριον εις φορους του βασιλεως αγροι ημων και αμπελωνες ημων και οικιαι ημων

15:5 και νυν ως σαρξ αδελφων ημων σαρξ ημων ως υιοι αυτων υιοι ημων και ιδου ημεις καταδυναστευομεν τους υιους ημων και τας θυγατερας ημων εις δουλους και εισιν απο θυγατερων ημων καταδυναστευομεναι και ουκ εστιν δυναμις χειρων ημων και αγροι ημων και αμπελωνες ημων τοις εντιμοις

15:6 και ελυπηθην σφοδρα καθως ηκουσα την κραυγην αυτων και τους λογους τουτους

15:7 και εβουλευσατο καρδια μου επ' εμε και εμαχεσαμην προς τους εντιμους και τους αρχοντας και ειπα αυτοις απαιτησει ανηρ τον αδελφον αυτου υμεις απαιτειτε και εδωκα επ' αυτους εκκλησιαν μεγαλην

15:8 και ειπα αυτοις ημεις κεκτημεθα τους αδελφους ημων τους ιουδαιους τους πωλουμενους τοις εθνεσιν εν εκουσιω ημων και υμεις πωλειτε τους αδελφους υμων και ησυχασαν και ουχ ευροσαν λογον

15:9 και ειπα ουκ αγαθος ο λογος ον υμεις ποιειτε ουχ ουτως εν φοβω θεου ημων απελευσεσθε απο ονειδισμου των εθνων των εχθρων ημων

15:10 και οι αδελφοι μου και οι γνωστοι μου και εγω εθηκαμεν εν αυτοις αργυριον και σιτον εγκαταλιπωμεν δη την απαιτησιν ταυτην

15:11 επιστρεψατε δη αυτοις ως σημερον αγρους αυτων αμπελωνας αυτων ελαιας αυτων και οικιας αυτων και απο του αργυριου τον σιτον και τον οινον και το ελαιον εξενεγκατε αυτοις

15:12 και ειπαν αποδωσομεν και παρ' αυτων ου ζητησομεν ουτως ποιησομεν καθως συ λεγεις και εκαλεσα τους ιερεις και ωρκισα αυτους ποιησαι ως το ρημα τουτο

15:13 και την αναβολην μου εξετιναξα και ειπα ουτως εκτιναξαι ο θεος παντα ανδρα ος ου στησει τον λογον τουτον εκ του οικου αυτου και εκ κοπου αυτου και εσται ουτως εκτετιναγμενος και κενος και ειπεν πασα η εκκλησια αμην και ηνεσαν τον κυριον και εποιησεν ο λαος το ρημα τουτο

15:14 απο της ημερας ης ενετειλατο μοι ειναι εις αρχοντα αυτων εν γη ιουδα απο ετους εικοστου και εως ετους τριακοστου και δευτερου τω αρθασασθα ετη δωδεκα εγω και οι αδελφοι μου βιαν αυτων ουκ εφαγον

15:15 και τας βιας τας πρωτας ας προ εμου εβαρυναν επ' αυτους και ελαβοσαν παρ' αυτων εν αρτοις και εν οινω εσχατον αργυριον διδραχμα τεσσαρακοντα και οι εκτετιναγμενοι αυτων εξουσιαζονται επι τον λαον και εγω ουκ εποιησα ουτως απο προσωπου φοβου θεου

15:16 και εν εργω του τειχους τουτων ουκ εκρατησα αγρον ουκ εκτησαμην και παντες οι συνηγμενοι εκει επι το εργον

15:17 και οι ιουδαιοι εκατον και πεντηκοντα ανδρες και οι ερχομενοι προς ημας απο των εθνων των κυκλω ημων επι τραπεζαν μου

15:18 και ην γινομενον εις ημεραν μιαν μοσχος εις και προβατα εξ εκλεκτα και χιμαρος εγινοντο μοι και ανα μεσον δεκα ημερων εν πασιν οινος τω πληθει και συν τουτοις αρτους της βιας ουκ εζητησα οτι βαρεια η δουλεια επι τον λαον τουτον

15:19 μνησθητι μου ο θεος εις αγαθον παντα οσα εποιησα τω λαω τουτω

 

Created with FREE HTMLCompiler by BibleDatabase