HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nehemiah 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23]

19:1 και εν ημερα εικοστη και τεταρτη του μηνος τουτου συνηχθησαν οι υιοι ισραηλ εν νηστεια και εν σακκοις

19:2 και εχωρισθησαν οι υιοι ισραηλ απο παντος υιου αλλοτριου και εστησαν και εξηγορευσαν τας αμαρτιας αυτων και τας ανομιας των πατερων αυτων

19:3 και εστησαν επι στασει αυτων και ανεγνωσαν εν βιβλιω νομου κυριου θεου αυτων και ησαν εξαγορευοντες τω κυριω και προσκυνουντες τω κυριω θεω αυτων

19:4 και εστη επι αναβασει των λευιτων ιησους και υιοι καδμιηλ σαχανια υιος σαραβια υιοι χανανι και εβοησαν φωνη μεγαλη προς κυριον τον θεον αυτων

19:5 και ειποσαν οι λευιται ιησους και καδμιηλ αναστητε ευλογειτε τον κυριον θεον υμων απο του αιωνος και εως του αιωνος και ευλογησουσιν ονομα δοξης σου και υψωσουσιν επι παση ευλογια και αινεσει

19:6 και ειπεν εσδρας συ ει αυτος κυριος μονος συ εποιησας τον ουρανον και τον ουρανον του ουρανου και πασαν την στασιν αυτων την γην και παντα οσα εστιν εν αυτη τας θαλασσας και παντα τα εν αυταις και συ ζωοποιεις τα παντα και σοι προσκυνουσιν αι στρατιαι των ουρανων

19:7 συ ει κυριος ο θεος συ εξελεξω εν αβραμ και εξηγαγες αυτον εκ της χωρας των χαλδαιων και επεθηκας αυτω ονομα αβρααμ

19:8 και ευρες την καρδιαν αυτου πιστην ενωπιον σου και διεθου προς αυτον διαθηκην δουναι αυτω την γην των χαναναιων και χετταιων και αμορραιων και φερεζαιων και ιεβουσαιων και γεργεσαιων και τω σπερματι αυτου και εστησας τους λογους σου οτι δικαιος συ

19:9 και ειδες την ταπεινωσιν των πατερων ημων εν αιγυπτω και την κραυγην αυτων ηκουσας επι θαλασσαν ερυθραν

19:10 και εδωκας σημεια εν αιγυπτω εν φαραω και εν πασιν τοις παισιν αυτου και εν παντι τω λαω της γης αυτου οτι εγνως οτι υπερηφανησαν επ' αυτους και εποιησας σεαυτω ονομα ως η ημερα αυτη

19:11 και την θαλασσαν ερρηξας ενωπιον αυτων και παρηλθοσαν εν μεσω της θαλασσης εν ξηρασια και τους καταδιωξαντας αυτους ερριψας εις βυθον ωσει λιθον εν υδατι σφοδρω

19:12 και εν στυλω νεφελης ωδηγησας αυτους ημερας και εν στυλω πυρος την νυκτα του φωτισαι αυτοις την οδον εν η πορευσονται εν αυτη

19:13 και επι ορος σινα κατεβης και ελαλησας προς αυτους εξ ουρανου και εδωκας αυτοις κριματα ευθεα και νομους αληθειας προσταγματα και εντολας αγαθας

19:14 και το σαββατον σου το αγιον εγνωρισας αυτοις εντολας και προσταγματα και νομον ενετειλω αυτοις εν χειρι μωυση δουλου σου

19:15 και αρτον εξ ουρανου εδωκας αυτοις εις σιτοδειαν αυτων και υδωρ εκ πετρας εξηνεγκας αυτοις εις διψαν αυτων και ειπας αυτοις εισελθειν κληρονομησαι την γην εφ' ην εξετεινας την χειρα σου δουναι αυτοις

19:16 και αυτοι και οι πατερες ημων υπερηφανευσαντο και εσκληρυναν τον τραχηλον αυτων και ουκ ηκουσαν των εντολων σου

19:17 και ανενευσαν του εισακουσαι και ουκ εμνησθησαν των θαυμασιων σου ων εποιησας μετ' αυτων και εσκληρυναν τον τραχηλον αυτων και εδωκαν αρχην επιστρεψαι εις δουλειαν αυτων εν αιγυπτω και συ θεος ελεημων και οικτιρμων μακροθυμος και πολυελεος και ουκ εγκατελιπες αυτους

19:18 ετι δε και εποιησαν εαυτοις μοσχον χωνευτον και ειπαν ουτοι οι θεοι οι εξαγαγοντες ημας εξ αιγυπτου και εποιησαν παροργισμους μεγαλους

19:19 και συ εν οικτιρμοις σου τοις πολλοις ουκ εγκατελιπες αυτους εν τη ερημω τον στυλον της νεφελης ουκ εξεκλινας απ' αυτων ημερας οδηγησαι αυτους εν τη οδω και τον στυλον του πυρος την νυκτα φωτιζειν αυτοις την οδον εν η πορευσονται εν αυτη

19:20 και το πνευμα σου το αγαθον εδωκας συνετισαι αυτους και το μαννα σου ουκ αφυστερησας απο στοματος αυτων και υδωρ εδωκας αυτοις τω διψει αυτων

19:21 και τεσσαρακοντα ετη διεθρεψας αυτους εν τη ερημω ουχ υστερησαν ιματια αυτων ουκ επαλαιωθησαν και ποδες αυτων ου διερραγησαν

19:22 και εδωκας αυτοις βασιλειας και λαους και διεμερισας αυτοις και εκληρονομησαν την γην σηων βασιλεως εσεβων και την γην ωγ βασιλεως του βασαν

19:23 και τους υιους αυτων επληθυνας ως τους αστερας του ουρανου και εισηγαγες αυτους εις την γην ην ειπας τοις πατρασιν αυτων και εκληρονομησαν αυτην

19:24 και εξετριψας ενωπιον αυτων τους κατοικουντας την γην των χαναναιων και εδωκας αυτους εις τας χειρας αυτων και τους βασιλεις αυτων και τους λαους της γης ποιησαι αυτοις ως αρεστον ενωπιον αυτων

19:25 και κατελαβοσαν πολεις υψηλας και εκληρονομησαν οικιας πληρεις παντων αγαθων λακκους λελατομημενους αμπελωνας και ελαιωνας και παν ξυλον βρωσιμον εις πληθος και εφαγοσαν και ενεπλησθησαν και ελιπανθησαν και ετρυφησαν εν αγαθωσυνη σου τη μεγαλη

19:26 και ηλλαξαν και απεστησαν απο σου και ερριψαν τον νομον σου οπισω σωματος αυτων και τους προφητας σου απεκτειναν οι διεμαρτυραντο εν αυτοις επιστρεψαι αυτους προς σε και εποιησαν παροργισμους μεγαλους

19:27 και εδωκας αυτους εν χειρι θλιβοντων αυτους και εθλιψαν αυτους και ανεβοησαν προς σε εν καιρω θλιψεως αυτων και συ εξ ουρανου σου ηκουσας και εν οικτιρμοις σου τοις μεγαλοις εδωκας αυτοις σωτηρας και εσωσας αυτους εκ χειρος θλιβοντων αυτους

19:28 και ως ανεπαυσαντο επεστρεψαν ποιησαι το πονηρον ενωπιον σου και εγκατελιπες αυτους εις χειρας εχθρων αυτων και κατηρξαν εν αυτοις και παλιν ανεβοησαν προς σε και συ εξ ουρανου εισηκουσας και ερρυσω αυτους εν οικτιρμοις σου πολλοις

19:29 και επεμαρτυρω αυτοις επιστρεψαι αυτους εις τον νομον σου και ουκ ηκουσαν αλλα εν ταις εντολαις σου και εν τοις κριμασι σου ημαρτοσαν α ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις και εδωκαν νωτον απειθουντα και τραχηλον αυτων εσκληρυναν και ουκ ηκουσαν

19:30 και ειλκυσας επ' αυτους ετη πολλα και επεμαρτυρω αυτοις εν πνευματι σου εν χειρι προφητων σου και ουκ ηνωτισαντο και εδωκας αυτους εν χειρι λαων της γης

19:31 και συ εν οικτιρμοις σου τοις πολλοις ουκ εποιησας αυτους συντελειαν και ουκ εγκατελιπες αυτους οτι ισχυρος ει και ελεημων και οικτιρμων

19:32 και νυν ο θεος ημων ο ισχυρος ο μεγας ο κραταιος και ο φοβερος φυλασσων την διαθηκην σου και το ελεος σου μη ολιγωθητω ενωπιον σου πας ο μοχθος ος ευρεν ημας και τους βασιλεις ημων και τους αρχοντας ημων και τους ιερεις ημων και τους προφητας ημων και τους πατερας ημων και εν παντι τω λαω σου απο ημερων βασιλεων ασσουρ και εως της ημερας ταυτης

19:33 και συ δικαιος επι πασι τοις ερχομενοις εφ' ημας οτι αληθειαν εποιησας και ημεις εξημαρτομεν

19:34 και οι βασιλεις ημων και οι αρχοντες ημων και οι ιερεις ημων και οι πατερες ημων ουκ εποιησαν τον νομον σου και ου προσεσχον των εντολων σου και τα μαρτυρια σου α διεμαρτυρω αυτοις

19:35 και αυτοι εν βασιλεια σου και εν αγαθωσυνη σου τη πολλη η εδωκας αυτοις και εν τη γη τη πλατεια και λιπαρα η εδωκας ενωπιον αυτων ουκ εδουλευσαν σοι και ουκ απεστρεψαν απο επιτηδευματων αυτων των πονηρων

19:36 ιδου εσμεν σημερον δουλοι και η γη ην εδωκας τοις πατρασιν ημων φαγειν τον καρπον αυτης

19:37 τοις βασιλευσιν οις εδωκας εφ' ημας εν αμαρτιαις ημων και επι τα σωματα ημων εξουσιαζουσιν και εν κτηνεσιν ημων ως αρεστον αυτοις και εν θλιψει μεγαλη εσμεν

 

Created with FREE HTMLCompiler by BibleDatabase