HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Esther 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10]

4:1 ο δε μαρδοχαιος επιγνους το συντελουμενον διερρηξεν τα ιματια αυτου και ενεδυσατο σακκον και κατεπασατο σποδον και εκπηδησας δια της πλατειας της πολεως εβοα φωνη μεγαλη αιρεται εθνος μηδεν ηδικηκος

4:2 και ηλθεν εως της πυλης του βασιλεως και εστη ου γαρ ην εξον αυτω εισελθειν εις την αυλην σακκον εχοντι και σποδον

4:3 και εν παση χωρα ου εξετιθετο τα γραμματα κραυγη και κοπετος και πενθος μεγα τοις ιουδαιοις σακκον και σποδον εστρωσαν εαυτοις

4:4 και εισηλθον αι αβραι και οι ευνουχοι της βασιλισσης και ανηγγειλαν αυτη και εταραχθη ακουσασα το γεγονος και απεστειλεν στολισαι τον μαρδοχαιον και αφελεσθαι αυτου τον σακκον ο δε ουκ επεισθη

4:5 η δε εσθηρ προσεκαλεσατο αχραθαιον τον ευνουχον αυτης ος παρειστηκει αυτη και απεστειλεν μαθειν αυτη παρα του μαρδοχαιου το ακριβες

4:7 ο δε μαρδοχαιος υπεδειξεν αυτω το γεγονος και την επαγγελιαν ην επηγγειλατο αμαν τω βασιλει εις την γαζαν ταλαντων μυριων ινα απολεση τους ιουδαιους

4:8 και το αντιγραφον το εν σουσοις εκτεθεν υπερ του απολεσθαι αυτους εδωκεν αυτω δειξαι τη εσθηρ και ειπεν αυτω εντειλασθαι αυτη εισελθουση παραιτησασθαι τον βασιλεα και αξιωσαι αυτον περι του λαου μνησθεισα ημερων ταπεινωσεως σου ως ετραφης εν χειρι μου διοτι αμαν ο δευτερευων τω βασιλει ελαλησεν καθ' ημων εις θανατον επικαλεσαι τον κυριον και λαλησον τω βασιλει περι ημων και ρυσαι ημας εκ θανατου

4:9 εισελθων δε ο αχραθαιος ελαλησεν αυτη παντας τους λογους τουτους

4:10 ειπεν δε εσθηρ προς αχραθαιον πορευθητι προς μαρδοχαιον και ειπον οτι

4:11 τα εθνη παντα της βασιλειας γινωσκει οτι πας ανθρωπος η γυνη ος εισελευσεται προς τον βασιλεα εις την αυλην την εσωτεραν ακλητος ουκ εστιν αυτω σωτηρια πλην ω εκτεινει ο βασιλευς την χρυσην ραβδον ουτος σωθησεται καγω ου κεκλημαι εισελθειν προς τον βασιλεα εισιν αυται ημεραι τριακοντα

4:12 και απηγγειλεν αχραθαιος μαρδοχαιω παντας τους λογους εσθηρ

4:13 και ειπεν μαρδοχαιος προς αχραθαιον πορευθητι και ειπον αυτη εσθηρ μη ειπης σεαυτη οτι σωθηση μονη εν τη βασιλεια παρα παντας τους ιουδαιους

4:14 ως οτι εαν παρακουσης εν τουτω τω καιρω αλλοθεν βοηθεια και σκεπη εσται τοις ιουδαιοις συ δε και ο οικος του πατρος σου απολεισθε και τις οιδεν ει εις τον καιρον τουτον εβασιλευσας

4:15 και εξαπεστειλεν εσθηρ τον ηκοντα προς αυτην προς μαρδοχαιον λεγουσα

4:16 βαδισας εκκλησιασον τους ιουδαιους τους εν σουσοις και νηστευσατε επ' εμοι και μη φαγητε μηδε πιητε επι ημερας τρεις νυκτα και ημεραν καγω δε και αι αβραι μου ασιτησομεν και τοτε εισελευσομαι προς τον βασιλεα παρα τον νομον εαν και απολεσθαι με η

4:17 και βαδισας μαρδοχαιος εποιησεν οσα ενετειλατο αυτω εσθηρ

 

Created with FREE HTMLCompiler by BibleDatabase