HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

1:1 ανθρωπος τις ην εν χωρα τη αυσιτιδι ω ονομα ιωβ και ην ο ανθρωπος εκεινος αληθινος αμεμπτος δικαιος θεοσεβης απεχομενος απο παντος πονηρου πραγματος

1:2 εγενοντο δε αυτω υιοι επτα και θυγατερες τρεις

1:3 και ην τα κτηνη αυτου προβατα επτακισχιλια καμηλοι τρισχιλιαι ζευγη βοων πεντακοσια ονοι θηλειαι νομαδες πεντακοσιαι και υπηρεσια πολλη σφοδρα και εργα μεγαλα ην αυτω επι της γης και ην ο ανθρωπος εκεινος ευγενης των αφ' ηλιου ανατολων

1:4 συμπορευομενοι δε οι υιοι αυτου προς αλληλους εποιουσαν ποτον καθ' εκαστην ημεραν συμπαραλαμβανοντες αμα και τας τρεις αδελφας αυτων εσθιειν και πινειν μετ' αυτων

1:5 και ως αν συνετελεσθησαν αι ημεραι του ποτου απεστελλεν ιωβ και εκαθαριζεν αυτους ανισταμενος το πρωι και προσεφερεν περι αυτων θυσιας κατα τον αριθμον αυτων και μοσχον ενα περι αμαρτιας περι των ψυχων αυτων ελεγεν γαρ ιωβ μηποτε οι υιοι μου εν τη διανοια αυτων κακα ενενοησαν προς θεον ουτως ουν εποιει ιωβ πασας τας ημερας

1:6 και ως εγενετο η ημερα αυτη και ιδου ηλθον οι αγγελοι του θεου παραστηναι ενωπιον του κυριου και ο διαβολος ηλθεν μετ' αυτων

1:7 και ειπεν ο κυριος τω διαβολω ποθεν παραγεγονας και αποκριθεις ο διαβολος τω κυριω ειπεν περιελθων την γην και εμπεριπατησας την υπ' ουρανον παρειμι

1:8 και ειπεν αυτω ο κυριος προσεσχες τη διανοια σου κατα του παιδος μου ιωβ οτι ουκ εστιν κατ' αυτον των επι της γης ανθρωπος αμεμπτος αληθινος θεοσεβης απεχομενος απο παντος πονηρου πραγματος

1:9 απεκριθη δε ο διαβολος και ειπεν εναντιον του κυριου μη δωρεαν σεβεται ιωβ τον θεον

1:10 ου συ περιεφραξας τα εξω αυτου και τα εσω της οικιας αυτου και τα εξω παντων των οντων αυτω κυκλω τα εργα των χειρων αυτου ευλογησας και τα κτηνη αυτου πολλα εποιησας επι της γης

1:11 αλλα αποστειλον την χειρα σου και αψαι παντων ων εχει ει μην εις προσωπον σε ευλογησει

1:12 τοτε ειπεν ο κυριος τω διαβολω ιδου παντα οσα εστιν αυτω διδωμι εν τη χειρι σου αλλα αυτου μη αψη και εξηλθεν ο διαβολος παρα του κυριου

1:13 και ην ως η ημερα αυτη οι υιοι ιωβ και αι θυγατερες αυτου επινον οινον εν τη οικια του αδελφου αυτων του πρεσβυτερου

1:14 και ιδου αγγελος ηλθεν προς ιωβ και ειπεν αυτω τα ζευγη των βοων ηροτρια και αι θηλειαι ονοι εβοσκοντο εχομεναι αυτων

1:15 και ελθοντες οι αιχμαλωτευοντες ηχμαλωτευσαν αυτας και τους παιδας απεκτειναν εν μαχαιραις σωθεις δε εγω μονος ηλθον του απαγγειλαι σοι

1:16 ετι τουτου λαλουντος ηλθεν ετερος αγγελος και ειπεν προς ιωβ πυρ επεσεν εκ του ουρανου και κατεκαυσεν τα προβατα και τους ποιμενας κατεφαγεν ομοιως και σωθεις εγω μονος ηλθον του απαγγειλαι σοι

1:17 ετι τουτου λαλουντος ηλθεν ετερος αγγελος και ειπεν προς ιωβ οι ιππεις εποιησαν ημιν κεφαλας τρεις και εκυκλωσαν τας καμηλους και ηχμαλωτευσαν αυτας και τους παιδας απεκτειναν εν μαχαιραις εσωθην δε εγω μονος και ηλθον του απαγγειλαι σοι

1:18 ετι τουτου λαλουντος αλλος αγγελος ερχεται λεγων τω ιωβ των υιων σου και των θυγατερων σου εσθιοντων και πινοντων παρα τω αδελφω αυτων τω πρεσβυτερω

1:19 εξαιφνης πνευμα μεγα επηλθεν εκ της ερημου και ηψατο των τεσσαρων γωνιων της οικιας και επεσεν η οικια επι τα παιδια σου και ετελευτησαν εσωθην δε εγω μονος και ηλθον του απαγγειλαι σοι

1:20 ουτως αναστας ιωβ διερρηξεν τα ιματια αυτου και εκειρατο την κομην της κεφαλης αυτου και πεσων χαμαι προσεκυνησεν και ειπεν

1:21 αυτος γυμνος εξηλθον εκ κοιλιας μητρος μου γυμνος και απελευσομαι εκει ο κυριος εδωκεν ο κυριος αφειλατο ως τω κυριω εδοξεν ουτως και εγενετο ειη το ονομα κυριου ευλογημενον

1:22 εν τουτοις πασιν τοις συμβεβηκοσιν αυτω ουδεν ημαρτεν ιωβ εναντιον του κυριου και ουκ εδωκεν αφροσυνην τω θεω

 

Created with FREE HTMLCompiler by BibleDatabase