HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

3:1 μετα τουτο ηνοιξεν ιωβ το στομα αυτου

3:2 και κατηρασατο την ημεραν αυτου λεγων

3:3 απολοιτο η ημερα εν η εγεννηθην και η νυξ εν η ειπαν ιδου αρσεν

3:4 η ημερα εκεινη ειη σκοτος και μη αναζητησαι αυτην ο κυριος ανωθεν μηδε ελθοι εις αυτην φεγγος

3:5 εκλαβοι δε αυτην σκοτος και σκια θανατου επελθοι επ' αυτην γνοφος

3:6 καταραθειη η ημερα και η νυξ εκεινη απενεγκαιτο αυτην σκοτος μη ειη εις ημερας ενιαυτου μηδε αριθμηθειη εις ημερας μηνων

3:7 αλλα η νυξ εκεινη ειη οδυνη και μη ελθοι επ' αυτην ευφροσυνη μηδε χαρμονη

3:8 αλλα καταρασαιτο αυτην ο καταρωμενος την ημεραν εκεινην ο μελλων το μεγα κητος χειρωσασθαι

3:9 σκοτωθειη τα αστρα της νυκτος εκεινης υπομειναι και εις φωτισμον μη ελθοι και μη ιδοι εωσφορον ανατελλοντα

3:10 οτι ου συνεκλεισεν πυλας γαστρος μητρος μου απηλλαξεν γαρ αν πονον απο οφθαλμων μου

3:11 δια τι γαρ εν κοιλια ουκ ετελευτησα εκ γαστρος δε εξηλθον και ουκ ευθυς απωλομην

3:12 ινα τι δε συνηντησαν μοι γονατα ινα τι δε μαστους εθηλασα

3:13 νυν αν κοιμηθεις ησυχασα υπνωσας δε ανεπαυσαμην

3:14 μετα βασιλεων βουλευτων γης οι ηγαυριωντο επι ξιφεσιν

3:15 η μετα αρχοντων ων πολυς ο χρυσος οι επλησαν τους οικους αυτων αργυριου

3:16 η ωσπερ εκτρωμα εκπορευομενον εκ μητρας μητρος η ωσπερ νηπιοι οι ουκ ειδον φως

3:17 εκει ασεβεις εξεκαυσαν θυμον οργης εκει ανεπαυσαντο κατακοποι τω σωματι

3:18 ομοθυμαδον δε οι αιωνιοι ουκ ηκουσαν φωνην φορολογου

3:19 μικρος και μεγας εκει εστιν και θεραπων ου δεδοικως τον κυριον αυτου

3:20 ινα τι γαρ δεδοται τοις εν πικρια φως ζωη δε ταις εν οδυναις ψυχαις

3:21 οι ομειρονται του θανατου και ου τυγχανουσιν ανορυσσοντες ωσπερ θησαυρους

3:22 περιχαρεις δε εγενοντο εαν κατατυχωσιν

3:23 θανατος ανδρι αναπαυμα συνεκλεισεν γαρ ο θεος κατ' αυτου

3:24 προ γαρ των σιτων μου στεναγμος μοι ηκει δακρυω δε εγω συνεχομενος φοβω

3:25 φοβος γαρ ον εφροντισα ηλθεν μοι και ον εδεδοικειν συνηντησεν μοι

3:26 ουτε ειρηνευσα ουτε ησυχασα ουτε ανεπαυσαμην ηλθεν δε μοι οργη

 

Created with FREE HTMLCompiler by BibleDatabase