HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

4:1 υπολαβων δε ελιφας ο θαιμανιτης λεγει

4:2 μη πολλακις σοι λελαληται εν κοπω ισχυν δε ρηματων σου τις υποισει

4:3 ει γαρ συ ενουθετησας πολλους και χειρας ασθενους παρεκαλεσας

4:4 ασθενουντας τε εξανεστησας ρημασιν γονασιν τε αδυνατουσιν θαρσος περιεθηκας

4:5 νυν δε ηκει επι σε πονος και ηψατο σου συ δε εσπουδασας

4:6 ποτερον ουχ ο φοβος σου εστιν εν αφροσυνη και η ελπις σου και η ακακια της οδου σου

4:7 μνησθητι ουν τις καθαρος ων απωλετο η ποτε αληθινοι ολορριζοι απωλοντο

4:8 καθ' ον τροπον ειδον τους αροτριωντας τα ατοπα οι δε σπειροντες αυτα οδυνας θεριουσιν εαυτοις

4:9 απο προσταγματος κυριου απολουνται απο δε πνευματος οργης αυτου αφανισθησονται

4:10 σθενος λεοντος φωνη δε λεαινης γαυριαμα δε δρακοντων εσβεσθη

4:11 μυρμηκολεων ωλετο παρα το μη εχειν βοραν σκυμνοι δε λεοντων ελιπον αλληλους

4:12 ει δε τι ρημα αληθινον εγεγονει εν λογοις σου ουθεν αν σοι τουτων κακον απηντησεν ποτερον ου δεξεται μου το ους εξαισια παρ' αυτου

4:13 φοβοι δε και ηχω νυκτερινη επιπιπτων φοβος επ' ανθρωπους

4:14 φρικη δε μοι συνηντησεν και τρομος και μεγαλως μου τα οστα συνεσεισεν

4:15 και πνευμα επι προσωπον μου επηλθεν εφριξαν δε μου τριχες και σαρκες

4:16 ανεστην και ουκ επεγνων ειδον και ουκ ην μορφη προ οφθαλμων μου αλλ' η αυραν και φωνην ηκουον

4:17 τι γαρ μη καθαρος εσται βροτος εναντιον κυριου η απο των εργων αυτου αμεμπτος ανηρ

4:18 ει κατα παιδων αυτου ου πιστευει κατα δε αγγελων αυτου σκολιον τι επενοησεν

4:19 τους δε κατοικουντας οικιας πηλινας εξ ων και αυτοι εκ του αυτου πηλου εσμεν επαισεν αυτους σητος τροπον

4:20 και απο πρωιθεν εως εσπερας ουκετι εισιν παρα το μη δυνασθαι αυτους εαυτοις βοηθησαι απωλοντο

4:21 ενεφυσησεν γαρ αυτοις και εξηρανθησαν απωλοντο παρα το μη εχειν αυτους σοφιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase