HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

5:1 επικαλεσαι δε ει τις σοι υπακουσεται η ει τινα αγγελων αγιων οψη

5:2 και γαρ αφρονα αναιρει οργη πεπλανημενον δε θανατοι ζηλος

5:3 εγω δε εωρακα αφρονας ριζαν βαλλοντας αλλ' ευθεως εβρωθη αυτων η διαιτα

5:4 πορρω γενοιντο οι υιοι αυτων απο σωτηριας κολαβρισθειησαν δε επι θυραις ησσονων και ουκ εσται ο εξαιρουμενος

5:5 α γαρ εκεινοι συνηγαγον δικαιοι εδονται αυτοι δε εκ κακων ουκ εξαιρετοι εσονται εκσιφωνισθειη αυτων η ισχυς

5:6 ου γαρ μη εξελθη εκ της γης κοπος ουδε εξ ορεων αναβλαστησει πονος

5:7 αλλα ανθρωπος γενναται κοπω νεοσσοι δε γυπος τα υψηλα πετονται

5:8 ου μην δε αλλα εγω δεηθησομαι κυριου κυριον δε τον παντων δεσποτην επικαλεσομαι

5:9 τον ποιουντα μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος

5:10 τον διδοντα υετον επι την γην αποστελλοντα υδωρ επι την υπ' ουρανον

5:11 τον ποιουντα ταπεινους εις υψος και απολωλοτας εξεγειροντα

5:12 διαλλασσοντα βουλας πανουργων και ου μη ποιησουσιν αι χειρες αυτων αληθες

5:13 ο καταλαμβανων σοφους εν τη φρονησει βουλην δε πολυπλοκων εξεστησεν

5:14 ημερας συναντησεται αυτοις σκοτος το δε μεσημβρινον ψηλαφησαισαν ισα νυκτι

5:15 απολοιντο δε εν πολεμω αδυνατος δε εξελθοι εκ χειρος δυναστου

5:16 ειη δε αδυνατω ελπις αδικου δε στομα εμφραχθειη

5:17 μακαριος δε ανθρωπος ον ηλεγξεν ο κυριος νουθετημα δε παντοκρατορος μη απαναινου

5:18 αυτος γαρ αλγειν ποιει και παλιν αποκαθιστησιν επαισεν και αι χειρες αυτου ιασαντο

5:19 εξακις εξ αναγκων σε εξελειται εν δε τω εβδομω ου μη αψηται σου κακον

5:20 εν λιμω ρυσεται σε εκ θανατου εν πολεμω δε εκ χειρος σιδηρου λυσει σε

5:21 απο μαστιγος γλωσσης σε κρυψει και ου μη φοβηθης απο κακων ερχομενων

5:22 αδικων και ανομων καταγελαση απο δε θηριων αγριων ου μη φοβηθης

5:23 θηρες γαρ αγριοι ειρηνευσουσιν σοι

5:24 ειτα γνωση οτι ειρηνευσει σου ο οικος η δε διαιτα της σκηνης σου ου μη αμαρτη

5:25 γνωση δε οτι πολυ το σπερμα σου τα δε τεκνα σου εσται ωσπερ το παμβοτανον του αγρου

5:26 ελευση δε εν ταφω ωσπερ σιτος ωριμος κατα καιρον θεριζομενος η ωσπερ θιμωνια αλωνος καθ' ωραν συγκομισθεισα

5:27 ιδου ταυτα ουτως εξιχνιασαμεν ταυτα εστιν α ακηκοαμεν συ δε γνωθι σεαυτω ει τι επραξας

 

Created with FREE HTMLCompiler by BibleDatabase