HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

6:1 υπολαβων δε ιωβ λεγει

6:2 ει γαρ τις ιστων στησαι μου την οργην τας δε οδυνας μου αραι εν ζυγω ομοθυμαδον

6:3 και δη αμμου παραλιας βαρυτερα εσται αλλ' ως εοικεν τα ρηματα μου εστιν φαυλα

6:4 βελη γαρ κυριου εν τω σωματι μου εστιν ων ο θυμος αυτων εκπινει μου το αιμα οταν αρξωμαι λαλειν κεντουσι με

6:5 τι γαρ μη δια κενης κεκραξεται ονος αγριος αλλ' η τα σιτα ζητων ει δε και ρηξει φωνην βους επι φατνης εχων τα βρωματα

6:6 ει βρωθησεται αρτος ανευ αλος ει δε και εστιν γευμα εν ρημασιν κενοις

6:7 ου δυναται γαρ παυσασθαι μου η ψυχη βρομον γαρ ορω τα σιτα μου ωσπερ οσμην λεοντος

6:8 ει γαρ δωη και ελθοι μου η αιτησις και την ελπιδα μου δωη ο κυριος

6:9 αρξαμενος ο κυριος τρωσατω με εις τελος δε μη με ανελετω

6:10 ειη δε μου πολις ταφος εφ' ης επι τειχεων ηλλομην επ' αυτης ου μη φεισωμαι ου γαρ εψευσαμην ρηματα αγια θεου μου

6:11 τις γαρ μου η ισχυς οτι υπομενω η τις μου ο χρονος οτι ανεχεται μου η ψυχη

6:12 μη ισχυς λιθων η ισχυς μου η αι σαρκες μου εισιν χαλκειαι

6:13 η ουκ επ' αυτω επεποιθειν βοηθεια δε απ' εμου απεστιν

6:14 απειπατο με ελεος επισκοπη δε κυριου υπερειδεν με

6:15 ου προσειδον με οι εγγυτατοι μου ωσπερ χειμαρρους εκλειπων η ωσπερ κυμα παρηλθον με

6:16 οιτινες με διευλαβουντο νυν επιπεπτωκασιν μοι ωσπερ χιων η κρυσταλλος πεπηγως

6:17 καθως τακεισα θερμης γενομενης ουκ επεγνωσθη οπερ ην

6:18 ουτως καγω κατελειφθην υπο παντων απωλομην δε και εξοικος εγενομην

6:19 ιδετε οδους θαιμανων ατραπους σαβων οι διορωντες

6:20 και αισχυνην οφειλησουσιν οι επι πολεσιν και χρημασιν πεποιθοτες

6:21 αταρ δε και υμεις επεβητε μοι ανελεημονως ωστε ιδοντες το εμον τραυμα φοβηθητε

6:22 τι γαρ μη τι υμας ητησα η της παρ' υμων ισχυος επιδεομαι

6:23 ωστε σωσαι με εξ εχθρων η εκ χειρος δυναστων ρυσασθαι με

6:24 διδαξατε με εγω δε κωφευσω ει τι πεπλανημαι φρασατε μοι

6:25 αλλ' ως εοικεν φαυλα αληθινου ρηματα ου γαρ παρ' υμων ισχυν αιτουμαι

6:26 ουδε ο ελεγχος υμων ρημασιν με παυσει ουδε γαρ υμων φθεγμα ρηματος ανεξομαι

6:27 πλην οτι επ' ορφανω επιπιπτετε εναλλεσθε δε επι φιλω υμων

6:28 νυνι δε εισβλεψας εις προσωπα υμων ου ψευσομαι

6:29 καθισατε δη και μη ειη αδικον και παλιν τω δικαιω συνερχεσθε

6:30 ου γαρ εστιν εν γλωσση μου αδικον η ο λαρυγξ μου ουχι συνεσιν μελετα

 

Created with FREE HTMLCompiler by BibleDatabase