HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

7:1 ποτερον ουχι πειρατηριον εστιν ο βιος ανθρωπου επι της γης και ωσπερ μισθιου αυθημερινου η ζωη αυτου

7:2 η ωσπερ θεραπων δεδοικως τον κυριον αυτου και τετευχως σκιας η ωσπερ μισθωτος αναμενων τον μισθον αυτου

7:3 ουτως καγω υπεμεινα μηνας κενους νυκτες δε οδυνων δεδομεναι μοι εισιν

7:4 εαν κοιμηθω λεγω ποτε ημερα ως δ' αν αναστω παλιν ποτε εσπερα πληρης δε γινομαι οδυνων απο εσπερας εως πρωι

7:5 φυρεται δε μου το σωμα εν σαπρια σκωληκων τηκω δε βωλακας γης απο ιχωρος ξυων

7:6 ο δε βιος μου εστιν ελαφροτερος λαλιας απολωλεν δε εν κενη ελπιδι

7:7 μνησθητι ουν οτι πνευμα μου η ζωη και ουκετι επανελευσεται ο οφθαλμος μου ιδειν αγαθον

7:8 ου περιβλεψεται με οφθαλμος ορωντος με οι οφθαλμοι σου εν εμοι και ουκετι ειμι

7:9 ωσπερ νεφος αποκαθαρθεν απ' ουρανου εαν γαρ ανθρωπος καταβη εις αδην ουκετι μη αναβη

7:10 ουδ' ου μη επιστρεψη ετι εις τον ιδιον οικον ουδε μη επιγνω αυτον ετι ο τοπος αυτου

7:11 αταρ ουν ουδε εγω φεισομαι τω στοματι μου λαλησω εν αναγκη ων ανοιξω πικριαν ψυχης μου συνεχομενος

7:12 ποτερον θαλασσα ειμι η δρακων οτι κατεταξας επ' εμε φυλακην

7:13 ειπα οτι παρακαλεσει με η κλινη μου ανοισω δε προς εμαυτον ιδια λογον τη κοιτη μου

7:14 εκφοβεις με ενυπνιοις και εν οραμασιν με καταπλησσεις

7:15 απαλλαξεις απο πνευματος μου την ψυχην μου απο δε θανατου τα οστα μου

7:16 ου γαρ εις τον αιωνα ζησομαι ινα μακροθυμησω αποστα απ' εμου κενος γαρ μου ο βιος

7:17 τι γαρ εστιν ανθρωπος οτι εμεγαλυνας αυτον η οτι προσεχεις τον νουν εις αυτον

7:18 η επισκοπην αυτου ποιηση εως το πρωι και εις αναπαυσιν αυτον κρινεις

7:19 εως τινος ουκ εας με ουδε προιη με εως αν καταπιω τον πτυελον μου εν οδυνη

7:20 ει εγω ημαρτον τι δυναμαι σοι πραξαι ο επισταμενος τον νουν των ανθρωπων δια τι εθου με κατεντευκτην σου ειμι δε επι σοι φορτιον

7:21 και δια τι ουκ εποιησω της ανομιας μου ληθην και καθαρισμον της αμαρτιας μου νυνι δε εις γην απελευσομαι ορθριζων δε ουκετι ειμι

 

Created with FREE HTMLCompiler by BibleDatabase