HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

8:1 υπολαβων δε βαλδαδ ο σαυχιτης λεγει

8:2 μεχρι τινος λαλησεις ταυτα πνευμα πολυρημον του στοματος σου

8:3 μη ο κυριος αδικησει κρινων η ο τα παντα ποιησας ταραξει το δικαιον

8:4 ει οι υιοι σου ημαρτον εναντιον αυτου απεστειλεν εν χειρι ανομιας αυτων

8:5 συ δε ορθριζε προς κυριον παντοκρατορα δεομενος

8:6 ει καθαρος ει και αληθινος δεησεως επακουσεται σου αποκαταστησει δε σοι διαιταν δικαιοσυνης

8:7 εσται ουν τα μεν πρωτα σου ολιγα τα δε εσχατα σου αμυθητα

8:8 επερωτησον γαρ γενεαν πρωτην εξιχνιασον δε κατα γενος πατερων

8:9 χθιζοι γαρ εσμεν και ουκ οιδαμεν σκια γαρ εστιν ημων επι της γης ο βιος

8:10 η ουχ ουτοι σε διδαξουσιν και αναγγελουσιν και εκ καρδιας εξαξουσιν ρηματα

8:11 μη θαλλει παπυρος ανευ υδατος η υψωθησεται βουτομον ανευ ποτου

8:12 ετι ον επι ριζης και ου μη θερισθη προ του πιειν πασα βοτανη ουχι ξηραινεται

8:13 ουτως τοινυν εσται τα εσχατα παντων των επιλανθανομενων του κυριου ελπις γαρ ασεβους απολειται

8:14 αοικητος γαρ αυτου εσται ο οικος αραχνη δε αυτου αποβησεται η σκηνη

8:15 εαν υπερειση την οικιαν αυτου ου μη στη επιλαβομενου δε αυτου ου μη υπομεινη

8:16 υγρος γαρ εστιν υπο ηλιου και εκ σαπριας αυτου ο ραδαμνος αυτου εξελευσεται

8:17 επι συναγωγην λιθων κοιμαται εν δε μεσω χαλικων ζησεται

8:18 εαν καταπιη ο τοπος ψευσεται αυτον ουχ εορακας τοιαυτα

8:19 οτι καταστροφη ασεβους τοιαυτη εκ δε γης αλλον αναβλαστησει

8:20 ο γαρ κυριος ου μη αποποιησηται τον ακακον παν δε δωρον ασεβους ου δεξεται

8:21 αληθινων δε στομα εμπλησει γελωτος τα δε χειλη αυτων εξομολογησεως

8:22 οι δε εχθροι αυτων ενδυσονται αισχυνην διαιτα δε ασεβους ουκ εσται

 

Created with FREE HTMLCompiler by BibleDatabase