HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

9:1 υπολαβων δε ιωβ λεγει

9:2 επ' αληθειας οιδα οτι ουτως εστιν πως γαρ εσται δικαιος βροτος παρα κυριω

9:3 εαν γαρ βουληται κριθηναι αυτω ου μη υπακουση αυτω ινα μη αντειπη προς ενα λογον αυτου εκ χιλιων

9:4 σοφος γαρ εστιν διανοια κραταιος τε και μεγας τις σκληρος γενομενος εναντιον αυτου υπεμεινεν

9:5 ο παλαιων ορη και ουκ οιδασιν ο καταστρεφων αυτα οργη

9:6 ο σειων την υπ' ουρανον εκ θεμελιων οι δε στυλοι αυτης σαλευονται

9:7 ο λεγων τω ηλιω και ουκ ανατελλει κατα δε αστρων κατασφραγιζει

9:8 ο τανυσας τον ουρανον μονος και περιπατων ως επ' εδαφους επι θαλασσης

9:9 ο ποιων πλειαδα και εσπερον και αρκτουρον και ταμιεια νοτου

9:10 ο ποιων μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος

9:11 εαν υπερβη με ου μη ιδω και εαν παρελθη με ουδ' ως εγνων

9:12 εαν απαλλαξη τις αποστρεψει η τις ερει αυτω τι εποιησας

9:13 αυτος γαρ απεστραπται οργην υπ' αυτου εκαμφθησαν κητη τα υπ' ουρανον

9:14 εαν δε μου υπακουσηται η διακρινει τα ρηματα μου

9:15 εαν τε γαρ ω δικαιος ουκ εισακουσεται μου του κριματος αυτου δεηθησομαι

9:16 εαν τε καλεσω και υπακουση ου πιστευω οτι εισακηκοεν μου

9:17 μη γνοφω με εκτριψη πολλα δε μου τα συντριμματα πεποιηκεν δια κενης

9:18 ουκ εα γαρ με αναπνευσαι ενεπλησεν δε με πικριας

9:19 οτι μεν γαρ ισχυι κρατει τις ουν κριματι αυτου αντιστησεται

9:20 εαν γαρ ω δικαιος το στομα μου ασεβησει εαν τε ω αμεμπτος σκολιος αποβησομαι

9:21 ειτε γαρ ησεβησα ουκ οιδα τη ψυχη πλην οτι αφαιρειται μου η ζωη

9:22 διο ειπον μεγαν και δυναστην απολλυει οργη

9:23 οτι φαυλοι εν θανατω εξαισιω αλλα δικαιοι καταγελωνται

9:24 παραδεδονται γαρ εις χειρας ασεβους προσωπα κριτων αυτης συγκαλυπτει ει δε μη αυτος τις εστιν

9:25 ο δε βιος μου εστιν ελαφροτερος δρομεως απεδρασαν και ουκ ειδοσαν

9:26 η και εστιν ναυσιν ιχνος οδου η αετου πετομενου ζητουντος βοραν

9:27 εαν τε γαρ ειπω επιλησομαι λαλων συγκυψας τω προσωπω στεναξω

9:28 σειομαι πασιν τοις μελεσιν οιδα γαρ οτι ουκ αθωον με εασεις

9:29 επειδη δε ειμι ασεβης δια τι ουκ απεθανον

9:30 εαν γαρ απολουσωμαι χιονι και αποκαθαρωμαι χερσιν καθαραις

9:31 ικανως εν ρυπω με εβαψας εβδελυξατο δε με η στολη

9:32 ου γαρ ει ανθρωπος κατ' εμε ω αντικρινουμαι ινα ελθωμεν ομοθυμαδον εις κρισιν

9:33 ειθε ην ο μεσιτης ημων και ελεγχων και διακουων ανα μεσον αμφοτερων

9:34 απαλλαξατω απ' εμου την ραβδον ο δε φοβος αυτου μη με στροβειτω

9:35 και ου μη φοβηθω αλλα λαλησω ου γαρ ουτω συνεπισταμαι

 

Created with FREE HTMLCompiler by BibleDatabase