HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

10:1 καμνων τη ψυχη μου στενων επαφησω επ' αυτον τα ρηματα μου λαλησω πικρια ψυχης μου συνεχομενος

10:2 και ερω προς κυριον μη με ασεβειν διδασκε και δια τι με ουτως εκρινας

10:3 η καλον σοι εαν αδικησω οτι απειπω εργα χειρων σου βουλη δε ασεβων προσεσχες

10:4 η ωσπερ βροτος ορα καθορας η καθως ορα ανθρωπος βλεψη

10:5 η ο βιος σου ανθρωπινος εστιν η τα ετη σου ανδρος

10:6 οτι ανεζητησας την ανομιαν μου και τας αμαρτιας μου εξιχνιασας

10:7 οιδας γαρ οτι ουκ ησεβησα αλλα τις εστιν ο εκ των χειρων σου εξαιρουμενος

10:8 αι χειρες σου επλασαν με και εποιησαν με μετα ταυτα μεταβαλων με επαισας

10:9 μνησθητι οτι πηλον με επλασας εις δε γην με παλιν αποστρεφεις

10:10 η ουχ ωσπερ γαλα με ημελξας ετυρωσας δε με ισα τυρω

10:11 δερμα και κρεας με ενεδυσας οστεοις δε και νευροις με ενειρας

10:12 ζωην δε και ελεος εθου παρ' εμοι η δε επισκοπη σου εφυλαξεν μου το πνευμα

10:13 ταυτα εχων εν σεαυτω οιδα οτι παντα δυνασαι αδυνατει δε σοι ουθεν

10:14 εαν τε γαρ αμαρτω φυλασσεις με απο δε ανομιας ουκ αθωον με πεποιηκας

10:15 εαν τε γαρ ασεβης ω οιμμοι εαν τε ω δικαιος ου δυναμαι ανακυψαι πληρης γαρ ατιμιας ειμι

10:16 αγρευομαι γαρ ωσπερ λεων εις σφαγην παλιν δε μεταβαλων δεινως με ολεκεις

10:17 επανακαινιζων επ' εμε την ετασιν μου οργη δε μεγαλη μοι εχρησω επηγαγες δε επ' εμε πειρατηρια

10:18 ινα τι ουν εκ κοιλιας με εξηγαγες και ουκ απεθανον οφθαλμος δε με ουκ ειδεν

10:19 και ωσπερ ουκ ων εγενομην δια τι γαρ εκ γαστρος εις μνημα ουκ απηλλαγην

10:20 η ουκ ολιγος εστιν ο χρονος του βιου μου εασον με αναπαυσασθαι μικρον

10:21 προ του με πορευθηναι οθεν ουκ αναστρεψω εις γην σκοτεινην και γνοφεραν

10:22 εις γην σκοτους αιωνιου ου ουκ εστιν φεγγος ουδε οραν ζωην βροτων

 

Created with FREE HTMLCompiler by BibleDatabase