HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

11:1 υπολαβων δε σωφαρ ο μιναιος λεγει

11:2 ο τα πολλα λεγων και αντακουσεται η και ο ευλαλος οιεται ειναι δικαιος ευλογημενος γεννητος γυναικος ολιγοβιος

11:3 μη πολυς εν ρημασιν γινου ου γαρ εστιν ο αντικρινομενος σοι

11:4 μη γαρ λεγε οτι καθαρος ειμι τοις εργοις και αμεμπτος εναντιον αυτου

11:5 αλλα πως αν ο κυριος λαλησαι προς σε και ανοιξει χειλη αυτου μετα σου

11:6 ειτα αναγγελει σοι δυναμιν σοφιας οτι διπλους εσται των κατα σε και τοτε γνωση οτι αξια σοι απεβη απο κυριου ων ημαρτηκας

11:7 η ιχνος κυριου ευρησεις η εις τα εσχατα αφικου α εποιησεν ο παντοκρατωρ

11:8 υψηλος ο ουρανος και τι ποιησεις βαθυτερα δε των εν αδου τι οιδας

11:9 η μακροτερα μετρου γης η ευρους θαλασσης

11:10 εαν δε καταστρεψη τα παντα τις ερει αυτω τι εποιησας

11:11 αυτος γαρ οιδεν εργα ανομων ιδων δε ατοπα ου παροψεται

11:12 ανθρωπος δε αλλως νηχεται λογοις βροτος δε γεννητος γυναικος ισα ονω ερημιτη

11:13 ει γαρ συ καθαραν εθου την καρδιαν σου υπτιαζεις δε χειρας προς αυτον

11:14 ει ανομον τι εστιν εν χερσιν σου πορρω ποιησον αυτο απο σου αδικια δε εν διαιτη σου μη αυλισθητω

11:15 ουτως γαρ αναλαμψει σου το προσωπον ωσπερ υδωρ καθαρον εκδυση δε ρυπον και ου μη φοβηθης

11:16 και τον κοπον επιληση ωσπερ κυμα παρελθον και ου πτοηθηση

11:17 η δε ευχη σου ωσπερ εωσφορος εκ δε μεσημβριας ανατελει σοι ζωη

11:18 πεποιθως τε εση οτι εστιν σοι ελπις εκ δε μεριμνης και φροντιδος αναφανειται σοι ειρηνη

11:19 ησυχασεις γαρ και ουκ εσται ο πολεμων σε μεταβαλομενοι δε πολλοι σου δεηθησονται

11:20 σωτηρια δε αυτους απολειψει η γαρ ελπις αυτων απωλεια οφθαλμοι δε ασεβων τακησονται

 

Created with FREE HTMLCompiler by BibleDatabase