HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

12:1 υπολαβων δε ιωβ λεγει

12:2 ειτα υμεις εστε ανθρωποι η μεθ' υμων τελευτησει σοφια

12:3 καμοι μεν καρδια καθ' υμας εστιν

12:4 δικαιος γαρ ανηρ και αμεμπτος εγενηθη εις χλευασμα

12:5 εις χρονον γαρ τακτον ητοιμαστο πεσειν υπο αλλους οικους τε αυτου εκπορθεισθαι υπο ανομων

12:6 ου μην δε αλλα μηδεις πεποιθετω πονηρος ων αθωος εσεσθαι οσοι παροργιζουσιν τον κυριον ως ουχι και ετασις αυτων εσται

12:7 αλλα δη επερωτησον τετραποδα εαν σοι ειπωσιν πετεινα δε ουρανου εαν σοι απαγγειλωσιν

12:8 εκδιηγησαι δε γη εαν σοι φραση και εξηγησονται σοι οι ιχθυες της θαλασσης

12:9 τις ουκ εγνω εν πασι τουτοις οτι χειρ κυριου εποιησεν ταυτα

12:10 ει μη εν χειρι αυτου ψυχη παντων των ζωντων και πνευμα παντος ανθρωπου

12:11 ους μεν γαρ ρηματα διακρινει λαρυγξ δε σιτα γευεται

12:12 εν πολλω χρονω σοφια εν δε πολλω βιω επιστημη

12:13 παρ' αυτω σοφια και δυναμις αυτω βουλη και συνεσις

12:14 εαν καταβαλη τις οικοδομησει εαν κλειση κατα ανθρωπων τις ανοιξει

12:15 εαν κωλυση το ωδωρ ξηρανει την γην εαν δε επαφη απωλεσεν αυτην καταστρεψας

12:16 παρ' αυτω κρατος και ισχυς αυτω επιστημη και συνεσις

12:17 διαγων βουλευτας αιχμαλωτους κριτας δε γης εξεστησεν

12:18 καθιζανων βασιλεις επι θρονους και περιεδησεν ζωνη οσφυας αυτων

12:19 εξαποστελλων ιερεις αιχμαλωτους δυναστας δε γης κατεστρεψεν

12:20 διαλλασσων χειλη πιστων συνεσιν δε πρεσβυτερων εγνω

12:21 εκχεων ατιμιαν επ' αρχοντας ταπεινους δε ιασατο

12:22 ανακαλυπτων βαθεα εκ σκοτους εξηγαγεν δε εις φως σκιαν θανατου

12:23 πλανων εθνη και απολλυων αυτα καταστρωννυων εθνη και καθοδηγων αυτα

12:24 διαλλασσων καρδιας αρχοντων γης επλανησεν δε αυτους οδω η ουκ ηδεισαν

12:25 ψηλαφησαισαν σκοτος και μη φως πλανηθειησαν δε ωσπερ ο μεθυων

 

Created with FREE HTMLCompiler by BibleDatabase