HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

13:1 ιδου ταυτα εωρακεν μου ο οφθαλμος και ακηκοεν μου το ους

13:2 και οιδα οσα και υμεις επιστασθε και ουκ ασυνετωτερος ειμι υμων

13:3 ου μην δε αλλ' εγω προς κυριον λαλησω ελεγξω δε εναντιον αυτου εαν βουληται

13:4 υμεις δε εστε ιατροι αδικοι και ιαται κακων παντες

13:5 ειη δε υμιν κωφευσαι και αποβησεται υμιν εις σοφιαν

13:6 ακουσατε ελεγχον στοματος μου κρισιν δε χειλεων μου προσεχετε

13:7 ποτερον ουκ εναντι κυριου λαλειτε εναντι δε αυτου φθεγγεσθε δολον

13:8 η υποστελεισθε υμεις δε αυτοι κριται γενεσθε

13:9 καλον γε εαν εξιχνιαση υμας ει γαρ τα παντα ποιουντες προστεθησεσθε αυτω

13:10 ουθεν ηττον ελεγξει υμας ει δε και κρυφη προσωπα θαυμασετε

13:11 ποτερον ουχι δεινα αυτου στροβησει υμας φοβος δε παρ' αυτου επιπεσειται υμιν

13:12 αποβησεται δε υμων το αγαυριαμα ισα σποδω το δε σωμα πηλινον

13:13 κωφευσατε ινα λαλησω και αναπαυσωμαι θυμου

13:14 αναλαβων τας σαρκας μου τοις οδουσιν ψυχην δε μου θησω εν χειρι

13:15 εαν με χειρωσηται ο δυναστης επει και ηρκται η μην λαλησω και ελεγξω εναντιον αυτου

13:16 και τουτο μοι αποβησεται εις σωτηριαν ου γαρ εναντιον αυτου δολος εισελευσεται

13:17 ακουσατε ακουσατε τα ρηματα μου αναγγελω γαρ υμων ακουοντων

13:18 ιδου εγω εγγυς ειμι του κριματος μου οιδα εγω οτι δικαιος αναφανουμαι

13:19 τις γαρ εστιν ο κριθησομενος μοι οτι νυν κωφευσω και εκλειψω

13:20 δυειν δε μοι χρηση τοτε απο του προσωπου σου ου κρυβησομαι

13:21 την χειρα απ' εμου απεχου και ο φοβος σου μη με καταπλησσετω

13:22 ειτα καλεσεις εγω δε σοι υπακουσομαι η λαλησεις εγω δε σοι δωσω ανταποκρισιν

13:23 ποσαι εισιν αι αμαρτιαι μου και αι ανομιαι μου διδαξον με τινες εισιν

13:24 δια τι απ' εμου κρυπτη ηγησαι δε με υπεναντιον σοι

13:25 η ως φυλλον κινουμενον υπο ανεμου ευλαβηθηση η ως χορτω φερομενω υπο πνευματος αντικεισαι μοι

13:26 οτι κατεγραψας κατ' εμου κακα περιεθηκας δε μοι νεοτητος αμαρτιας

13:27 εθου δε μου τον ποδα εν κωλυματι εφυλαξας δε μου παντα τα εργα εις δε ριζας των ποδων μου αφικου

13:28 ο παλαιουται ισα ασκω η ωσπερ ιματιον σητοβρωτον

 

Created with FREE HTMLCompiler by BibleDatabase