HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

14:1 βροτος γαρ γεννητος γυναικος ολιγοβιος και πληρης οργης

14:2 η ωσπερ ανθος ανθησαν εξεπεσεν απεδρα δε ωσπερ σκια και ου μη στη

14:3 ουχι και τουτου λογον εποιησω και τουτον εποιησας εισελθειν εν κριματι ενωπιον σου

14:4 τις γαρ καθαρος εσται απο ρυπου αλλ' ουθεις

14:5 εαν και μια ημερα ο βιος αυτου επι της γης αριθμητοι δε μηνες αυτου παρα σοι εις χρονον εθου και ου μη υπερβη

14:6 αποστα απ' αυτου ινα ησυχαση και ευδοκηση τον βιον ωσπερ ο μισθωτος

14:7 εστιν γαρ δενδρω ελπις εαν γαρ εκκοπη ετι επανθησει και ο ραδαμνος αυτου ου μη εκλιπη

14:8 εαν γαρ γηραση εν γη η ριζα αυτου εν δε πετρα τελευτηση το στελεχος αυτου

14:9 απο οσμης υδατος ανθησει ποιησει δε θερισμον ωσπερ νεοφυτον

14:10 ανηρ δε τελευτησας ωχετο πεσων δε βροτος ουκετι εστιν

14:11 χρονω γαρ σπανιζεται θαλασσα ποταμος δε ερημωθεις εξηρανθη

14:12 ανθρωπος δε κοιμηθεις ου μη αναστη εως αν ο ουρανος ου μη συρραφη και ουκ εξυπνισθησονται εξ υπνου αυτων

14:13 ει γαρ οφελον εν αδη με εφυλαξας εκρυψας δε με εως αν παυσηται σου η οργη και ταξη μοι χρονον εν ω μνειαν μου ποιηση

14:14 εαν γαρ αποθανη ανθρωπος ζησεται συντελεσας ημερας του βιου αυτου υπομενω εως αν παλιν γενωμαι

14:15 ειτα καλεσεις εγω δε σοι υπακουσομαι τα δε εργα των χειρων σου μη αποποιου

14:16 ηριθμησας δε μου τα επιτηδευματα και ου μη παρελθη σε ουδεν των αμαρτιων μου

14:17 εσφραγισας δε μου τας ανομιας εν βαλλαντιω επεσημηνω δε ει τι ακων παρεβην

14:18 και πλην ορος πιπτον διαπεσειται και πετρα παλαιωθησεται εκ του τοπου αυτης

14:19 λιθους ελεαναν υδατα και κατεκλυσεν υδατα υπτια του χωματος της γης και υπομονην ανθρωπου απωλεσας

14:20 ωσας αυτον εις τελος και ωχετο επεστησας αυτω το προσωπον και εξαπεστειλας

14:21 πολλων δε γενομενων των υιων αυτου ουκ οιδεν εαν δε ολιγοι γενωνται ουκ επισταται

14:22 αλλ' η αι σαρκες αυτου ηλγησαν η δε ψυχη αυτου επενθησεν

 

Created with FREE HTMLCompiler by BibleDatabase