HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

15:1 υπολαβων δε ελιφας ο θαιμανιτης λεγει

15:2 ποτερον σοφος αποκρισιν δωσει συνεσεως πνευματος και ενεπλησεν πονον γαστρος

15:3 ελεγχων εν ρημασιν οις ου δει εν λογοις οις ουδεν οφελος

15:4 ου και συ απεποιησω φοβον συνετελεσω δε ρηματα τοιαυτα εναντι του κυριου

15:5 ενοχος ει ρημασιν στοματος σου ουδε διεκρινας ρηματα δυναστων

15:6 ελεγξαι σε το σον στομα και μη εγω τα δε χειλη σου καταμαρτυρησουσιν σου

15:7 τι γαρ μη πρωτος ανθρωπων εγενηθης η προ θινων επαγης

15:8 η συνταγμα κυριου ακηκοας εις δε σε αφικετο σοφια

15:9 τι γαρ οιδας ο ουκ οιδαμεν η τι συνιεις ο ουχι και ημεις

15:10 και γε πρεσβυτης και γε παλαιος εν ημιν βαρυτερος του πατρος σου ημεραις

15:11 ολιγα ων ημαρτηκας μεμαστιγωσαι μεγαλως υπερβαλλοντως λελαληκας

15:12 τι ετολμησεν η καρδια σου η τι επηνεγκαν οι οφθαλμοι σου

15:13 οτι θυμον ερρηξας εναντι κυριου εξηγαγες δε εκ στοματος ρηματα τοιαυτα

15:14 τις γαρ ων βροτος οτι εσται αμεμπτος η ως εσομενος δικαιος γεννητος γυναικος

15:15 ει κατα αγιων ου πιστευει ουρανος δε ου καθαρος εναντιον αυτου

15:16 εα δε εβδελυγμενος και ακαθαρτος ανηρ πινων αδικιας ισα ποτω

15:17 αναγγελω δε σοι ακουε μου α δη εωρακα αναγγελω σοι

15:18 α σοφοι ερουσιν και ουκ εκρυψαν πατερας αυτων

15:19 αυτοις μονοις εδοθη η γη και ουκ επηλθεν αλλογενης επ' αυτους

15:20 πας ο βιος ασεβους εν φροντιδι ετη δε αριθμητα δεδομενα δυναστη

15:21 ο δε φοβος αυτου εν ωσιν αυτου οταν δοκη ηδη ειρηνευειν ηξει αυτου η καταστροφη

15:22 μη πιστευετω αποστραφηναι απο σκοτους εντεταλται γαρ ηδη εις χειρας σιδηρου

15:23 κατατετακται δε εις σιτα γυψιν οιδεν δε εν εαυτω οτι μενει εις πτωμα ημερα δε αυτον σκοτεινη στροβησει

15:24 αναγκη δε και θλιψις αυτον καθεξει ωσπερ στρατηγος πρωτοστατης πιπτων

15:25 οτι ηρκεν χειρας εναντιον του κυριου εναντι δε κυριου παντοκρατορος ετραχηλιασεν

15:26 εδραμεν δε εναντιον αυτου υβρει εν παχει νωτου ασπιδος αυτου

15:27 οτι εκαλυψεν το προσωπον αυτου εν στεατι αυτου και εποιησεν περιστομιον επι των μηριων

15:28 αυλισθειη δε πολεις ερημους εισελθοι δε εις οικους αοικητους α δε εκεινοι ητοιμασαν αλλοι αποισονται

15:29 ουτε μη πλουτισθη ουτε μη μεινη αυτου τα υπαρχοντα ου μη βαλη επι την γην σκιαν

15:30 ουδε μη εκφυγη το σκοτος τον βλαστον αυτου μαραναι ανεμος εκπεσοι δε αυτου το ανθος

15:31 μη πιστευετω οτι υπομενει κενα γαρ αποβησεται αυτω

15:32 η τομη αυτου προ ωρας φθαρησεται και ο ραδαμνος αυτου ου μη πυκαση

15:33 τρυγηθειη δε ωσπερ ομφαξ προ ωρας εκπεσοι δε ως ανθος ελαιας

15:34 μαρτυριον γαρ ασεβους θανατος πυρ δε καυσει οικους δωροδεκτων

15:35 εν γαστρι δε λημψεται οδυνας αποβησεται δε αυτω κενα η δε κοιλια αυτου υποισει δολον

 

Created with FREE HTMLCompiler by BibleDatabase