HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

16:1 υπολαβων δε ιωβ λεγει

16:2 ακηκοα τοιαυτα πολλα παρακλητορες κακων παντες

16:3 τι γαρ μη ταξις εστιν ρημασιν πνευματος η τι παρενοχλησει σοι οτι αποκρινη

16:4 καγω καθ' υμας λαλησω ει υπεκειτο γε η ψυχη υμων αντι της εμης ειτ' εναλουμαι υμιν ρημασιν κινησω δε καθ' υμων κεφαλην

16:5 ειη δε ισχυς εν τω στοματι μου κινησιν δε χειλεων ου φεισομαι

16:6 εαν γαρ λαλησω ουκ αλγησω το τραυμα εαν δε και σιωπησω τι ελαττον τρωθησομαι

16:7 νυν δε κατακοπον με πεποιηκεν μωρον σεσηποτα

16:8 και επελαβου μου εις μαρτυριον εγενηθη και ανεστη εν εμοι το ψευδος μου κατα προσωπον μου ανταπεκριθη

16:9 οργη χρησαμενος κατεβαλεν με εβρυξεν επ' εμε τους οδοντας βελη πειρατων αυτου επ' εμοι επεσεν

16:10 ακισιν οφθαλμων ενηλατο οξει επαισεν με εις σιαγονα ομοθυμαδον δε κατεδραμον επ' εμοι

16:11 παρεδωκεν γαρ με ο κυριος εις χειρας αδικου επι δε ασεβεσιν ερριψεν με

16:12 ειρηνευοντα διεσκεδασεν με λαβων με της κομης διετιλεν κατεστησεν με ωσπερ σκοπον

16:13 εκυκλωσαν με λογχαις βαλλοντες εις νεφρους μου ου φειδομενοι εξεχεαν εις την γην την χολην μου

16:14 κατεβαλον με πτωμα επι πτωματι εδραμον προς με δυναμενοι

16:15 σακκον ερραψα επι βυρσης μου το δε σθενος μου εν γη εσβεσθη

16:16 η γαστηρ μου συγκεκαυται απο κλαυθμου επι δε βλεφαροις μου σκια

16:17 αδικον δε ουδεν ην εν χερσιν μου ευχη δε μου καθαρα

16:18 γη μη επικαλυψης εφ' αιματι της σαρκος μου μηδε ειη τοπος τη κραυγη μου

16:19 και νυν ιδου εν ουρανοις ο μαρτυς μου ο δε συνιστωρ μου εν υψιστοις

16:20 αφικοιτο μου η δεησις προς κυριον εναντι δε αυτου σταζοι μου ο οφθαλμος

16:21 ειη δε ελεγχος ανδρι εναντι κυριου και υιος ανθρωπου τω πλησιον αυτου

16:22 ετη δε αριθμητα ηκασιν οδω δε η ουκ επαναστραφησομαι πορευσομαι

 

Created with FREE HTMLCompiler by BibleDatabase