HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

17:1 ολεκομαι πνευματι φερομενος δεομαι δε ταφης και ου τυγχανω

17:2 λισσομαι καμνων και τι ποιησας

17:3 εκλεψαν δε μου τα υπαρχοντα αλλοτριοι τις εστιν ουτος τη χειρι μου συνδεθητω

17:4 οτι καρδιαν αυτων εκρυψας απο φρονησεως δια τουτο ου μη υψωσης αυτους

17:5 τη μεριδι αναγγελει κακιας οφθαλμοι δε μου εφ' υιοις ετακησαν

17:6 εθου δε με θρυλημα εν εθνεσιν γελως δε αυτοις απεβην

17:7 πεπωρωνται γαρ απο οργης οι οφθαλμοι μου πεπολιορκημαι μεγαλως υπο παντων

17:8 θαυμα εσχεν αληθινους επι τουτω δικαιος δε επι παρανομω επανασταιη

17:9 σχοιη δε πιστος την εαυτου οδον καθαρος δε χειρας αναλαβοι θαρσος

17:10 ου μην δε αλλα παντες ερειδετε και δευτε δη ου γαρ ευρισκω εν υμιν αληθες

17:11 αι ημεραι μου παρηλθον εν βρομω ερραγη δε τα αρθρα της καρδιας μου

17:12 νυκτα εις ημεραν εθηκαν φως εγγυς απο προσωπου σκοτους

17:13 εαν γαρ υπομεινω αδης μου ο οικος εν δε γνοφω εστρωται μου η στρωμνη

17:14 θανατον επεκαλεσαμην πατερα μου ειναι μητερα δε μου και αδελφην σαπριαν

17:15 που ουν μου ετι εστιν η ελπις η τα αγαθα μου οψομαι

17:16 η μετ' εμου εις αδην καταβησονται η ομοθυμαδον επι χωματος καταβησομεθα

 

Created with FREE HTMLCompiler by BibleDatabase