HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

18:1 υπολαβων δε βαλδαδ ο σαυχιτης λεγει

18:2 μεχρι τινος ου παυση επισχες ινα και αυτοι λαλησωμεν

18:3 δια τι ωσπερ τετραποδα σεσιωπηκαμεν εναντιον σου

18:4 κεχρηται σοι οργη τι γαρ εαν συ αποθανης αοικητος η υπ' ουρανον η καταστραφησεται ορη εκ θεμελιων

18:5 και φως ασεβων σβεσθησεται και ουκ αποβησεται αυτων η φλοξ

18:6 το φως αυτου σκοτος εν διαιτη ο δε λυχνος επ' αυτω σβεσθησεται

18:7 θηρευσαισαν ελαχιστοι τα υπαρχοντα αυτου σφαλαι δε αυτου η βουλη

18:8 εμβεβληται δε ο πους αυτου εν παγιδι εν δικτυω ελιχθειη

18:9 ελθοισαν δε επ' αυτον παγιδες κατισχυσει επ' αυτον διψωντας

18:10 κεκρυπται εν τη γη σχοινιον αυτου και η συλλημψις αυτου επι τριβων

18:11 κυκλω ολεσαισαν αυτον οδυναι πολλοι δε περι ποδας αυτου ελθοισαν εν λιμω στενω

18:12 πτωμα δε αυτω ητοιμασται εξαισιον

18:13 βρωθειησαν αυτου κλωνες ποδων κατεδεται δε τα ωραια αυτου θανατος

18:14 εκραγειη δε εκ διαιτης αυτου ιασις σχοιη δε αυτον αναγκη αιτια βασιλικη

18:15 κατασκηνωσει εν τη σκηνη αυτου εν νυκτι αυτου κατασπαρησονται τα ευπρεπη αυτου θειω

18:16 υποκατωθεν αι ριζαι αυτου ξηρανθησονται και επανωθεν επιπεσειται θερισμος αυτου

18:17 το μνημοσυνον αυτου απολοιτο εκ γης και υπαρχει ονομα αυτω επι προσωπον εξωτερω

18:18 απωσειεν αυτον εκ φωτος εις σκοτος

18:19 ουκ εσται επιγνωστος εν λαω αυτου ουδε σεσωσμενος εν τη υπ' ουρανον ο οικος αυτου αλλ' εν τοις αυτου ζησονται ετεροι

18:20 επ' αυτω εστεναξαν εσχατοι πρωτους δε εσχεν θαυμα

18:21 ουτοι εισιν οικοι αδικων ουτος δε ο τοπος των μη ειδοτων τον κυριον

 

Created with FREE HTMLCompiler by BibleDatabase