HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

19:1 υπολαβων δε ιωβ λεγει

19:2 εως τινος εγκοπον ποιησετε ψυχην μου και καθαιρειτε με λογοις

19:3 γνωτε μονον οτι ο κυριος εποιησε με ουτως καταλαλειτε μου ουκ αισχυνομενοι με επικεισθε μοι

19:4 ναι δη επ' αληθειας εγω επλανηθην παρ' εμοι δε αυλιζεται πλανος [4α] λαλησαι ρημα ο ουκ εδει τα δε ρηματα μου πλαναται και ουκ επι καιρου

19:5 εα δε οτι επ' εμοι μεγαλυνεσθε εναλλεσθε δε μοι ονειδει

19:6 γνωτε ουν οτι ο κυριος εστιν ο ταραξας οχυρωμα δε αυτου επ' εμε υψωσεν

19:7 ιδου γελω ονειδει και ου λαλησω κεκραξομαι και ουδαμου κριμα

19:8 κυκλω περιωκοδομημαι και ου μη διαβω επι προσωπον μου σκοτος εθετο

19:9 την δε δοξαν απ' εμου εξεδυσεν αφειλεν δε στεφανον απο κεφαλης μου

19:10 διεσπασεν με κυκλω και ωχομην εξεκοψεν δε ωσπερ δενδρον την ελπιδα μου

19:11 δεινως δε μοι οργη εχρησατο ηγησατο δε με ωσπερ εχθρον

19:12 ομοθυμαδον δε ηλθον τα πειρατηρια αυτου επ' εμοι ταις οδοις μου εκυκλωσαν με εγκαθετοι

19:13 απ' εμου δε αδελφοι μου απεστησαν εγνωσαν αλλοτριους η εμε φιλοι δε μου ανελεημονες γεγονασιν

19:14 ου προσεποιησαντο με οι εγγυτατοι μου και οι ειδοτες μου το ονομα επελαθοντο μου

19:15 γειτονες οικιας θεραπαιναι τε μου αλλογενης ημην εναντιον αυτων

19:16 θεραποντα μου εκαλεσα και ουχ υπηκουσεν στομα δε μου εδεετο

19:17 και ικετευον την γυναικα μου προσεκαλουμην δε κολακευων υιους παλλακιδων μου

19:18 οι δε εις τον αιωνα με απεποιησαντο οταν αναστω κατ' εμου λαλουσιν

19:19 εβδελυξαντο δε με οι ειδοτες με ους δη ηγαπηκειν επανεστησαν μοι

19:20 εν δερματι μου εσαπησαν αι σαρκες μου τα δε οστα μου εν οδουσιν εχεται

19:21 ελεησατε με ελεησατε με ω φιλοι χειρ γαρ κυριου η αψαμενη μου εστιν

19:22 δια τι δε με διωκετε ωσπερ και ο κυριος απο δε σαρκων μου ουκ εμπιπλασθε

19:23 τις γαρ αν δωη γραφηναι τα ρηματα μου τεθηναι δε αυτα εν βιβλιω εις τον αιωνα

19:24 εν γραφειω σιδηρω και μολιβω η εν πετραις εγγλυφηναι

19:25 οιδα γαρ οτι αεναος εστιν ο εκλυειν με μελλων επι γης

19:26 αναστησαι το δερμα μου το ανατλων ταυτα παρα γαρ κυριου ταυτα μοι συνετελεσθη

19:27 α εγω εμαυτω συνεπισταμαι α ο οφθαλμος μου εορακεν και ουκ αλλος παντα δε μοι συντετελεσται εν κολπω

19:28 ει δε και ερειτε τι ερουμεν εναντι αυτου και ριζαν λογου ευρησομεν εν αυτω

19:29 ευλαβηθητε δη και υμεις απο επικαλυμματος θυμος γαρ επ' ανομους επελευσεται και τοτε γνωσονται που εστιν αυτων η υλη

 

Created with FREE HTMLCompiler by BibleDatabase