HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

20:1 υπολαβων δε σωφαρ ο μιναιος λεγει

20:2 ουχ ουτως υπελαμβανον αντερειν σε ταυτα και ουχι συνιετε μαλλον η και εγω

20:3 παιδειαν εντροπης μου ακουσομαι και πνευμα εκ της συνεσεως αποκρινεται μοι

20:4 μη ταυτα εγνως απο του ετι αφ' ου ετεθη ανθρωπος επι της γης

20:5 ευφροσυνη γαρ ασεβων πτωμα εξαισιον χαρμονη δε παρανομων απωλεια

20:6 εαν αναβη εις ουρανον αυτου τα δωρα η δε θυσια αυτου νεφων αψηται

20:7 οταν γαρ δοκη ηδη κατεστηριχθαι τοτε εις τελος απολειται οι δε ιδοντες αυτον ερουσιν που εστιν

20:8 ωσπερ ενυπνιον εκπετασθεν ου μη ευρεθη επτη δε ωσπερ φασμα νυκτερινον

20:9 οφθαλμος παρεβλεψεν και ου προσθησει και ουκετι προσνοησει αυτον ο τοπος αυτου

20:10 τους υιους αυτου ολεσαισαν ηττονες αι δε χειρες αυτου πυρσευσαισαν οδυνας

20:11 οστα αυτου ενεπλησθησαν νεοτητος αυτου και μετ' αυτου επι χωματος κοιμηθησεται

20:12 εαν γλυκανθη εν στοματι αυτου κακια κρυψει αυτην υπο την γλωσσαν αυτου

20:13 ου φεισεται αυτης και ουκ εγκαταλειψει αυτην και συνεξει αυτην εν μεσω του λαρυγγος αυτου

20:14 και ου μη δυνηθη βοηθησαι εαυτω χολη ασπιδος εν γαστρι αυτου

20:15 πλουτος αδικως συναγομενος εξεμεσθησεται εξ οικιας αυτου εξελκυσει αυτον αγγελος

20:16 θυμον δε δρακοντων θηλασειεν ανελοι δε αυτον γλωσσα οφεως

20:17 μη ιδοι αμελξιν νομαδων μηδε νομας μελιτος και βουτυρου

20:18 εις κενα και ματαια εκοπιασεν πλουτον εξ ου ου γευσεται ωσπερ στριφνος αμασητος ακαταποτος

20:19 πολλων γαρ αδυνατων οικους εθλασεν διαιταν δε ηρπασεν και ουκ εστησεν

20:20 ουκ εστιν αυτου σωτηρια τοις υπαρχουσιν εν επιθυμια αυτου ου σωθησεται

20:21 ουκ εστιν υπολειμμα τοις βρωμασιν αυτου δια τουτο ουκ ανθησει αυτου τα αγαθα

20:22 οταν δε δοκη ηδη πεπληρωσθαι θλιβησεται πασα δε αναγκη επ' αυτον επελευσεται

20:23 ει πως πληρωσαι γαστερα αυτου επαποστειλαι επ' αυτον θυμον οργης νιψαι επ' αυτον οδυνας

20:24 και ου μη σωθη εκ χειρος σιδηρου τρωσαι αυτον τοξον χαλκειον

20:25 διεξελθοι δε δια σωματος αυτου βελος αστραπαι δε εν διαιταις αυτου περιπατησαισαν επ' αυτω φοβοι

20:26 παν δε σκοτος αυτω υπομειναι κατεδεται αυτον πυρ ακαυστον κακωσαι δε αυτου επηλυτος τον οικον

20:27 ανακαλυψαι δε αυτου ο ουρανος τας ανομιας γη δε επανασταιη αυτω

20:28 ελκυσαι τον οικον αυτου απωλεια εις τελος ημερα οργης επελθοι αυτω

20:29 αυτη η μερις ανθρωπου ασεβους παρα κυριου και κτημα υπαρχοντων αυτω παρα του επισκοπου

 

Created with FREE HTMLCompiler by BibleDatabase