HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

21:1 υπολαβων δε ιωβ λεγει

21:2 ακουσατε ακουσατε μου των λογων ινα μη η μοι παρ' υμων αυτη η παρακλησις

21:3 αρατε με εγω δε λαλησω ειτ' ου καταγελασετε μου

21:4 τι γαρ μη ανθρωπου μου η ελεγξις η δια τι ου θυμωθησομαι

21:5 εισβλεψαντες εις εμε θαυμασατε χειρα θεντες επι σιαγονι

21:6 εαν τε γαρ μνησθω εσπουδακα εχουσιν δε μου τας σαρκας οδυναι

21:7 δια τι ασεβεις ζωσιν πεπαλαιωνται δε και εν πλουτω

21:8 ο σπορος αυτων κατα ψυχην τα δε τεκνα αυτων εν οφθαλμοις

21:9 οι οικοι αυτων ευθηνουσιν φοβος δε ουδαμου μαστιξ δε παρα κυριου ουκ εστιν επ' αυτοις

21:10 η βους αυτων ουκ ωμοτοκησεν διεσωθη δε αυτων εν γαστρι εχουσα και ουκ εσφαλεν

21:11 μενουσιν δε ως προβατα αιωνια τα δε παιδια αυτων προσπαιζουσιν

21:12 αναλαβοντες ψαλτηριον και κιθαραν και ευφραινονται φωνη ψαλμου

21:13 συνετελεσαν δε εν αγαθοις τον βιον αυτων εν δε αναπαυσει αδου εκοιμηθησαν

21:14 λεγει δε κυριω αποστα απ' εμου οδους σου ειδεναι ου βουλομαι

21:15 τι ικανος οτι δουλευσομεν αυτω και τις ωφελεια οτι απαντησομεν αυτω

21:16 εν χερσιν γαρ ην αυτων τα αγαθα εργα δε ασεβων ουκ εφορα

21:17 ου μην δε αλλα και ασεβων λυχνος σβεσθησεται επελευσεται δε αυτοις η καταστροφη ωδινες δε αυτους εξουσιν απο οργης

21:18 εσονται δε ωσπερ αχυρα προ ανεμου η ωσπερ κονιορτος ον υφειλατο λαιλαψ

21:19 εκλιποι υιους τα υπαρχοντα αυτου ανταποδωσει προς αυτον και γνωσεται

21:20 ιδοισαν οι οφθαλμοι αυτου την εαυτου σφαγην απο δε κυριου μη διασωθειη

21:21 οτι τι θελημα αυτου εν οικω αυτου μετ' αυτον και αριθμοι μηνων αυτου διηρεθησαν

21:22 ποτερον ουχι ο κυριος εστιν ο διδασκων συνεσιν και επιστημην αυτος δε φονους διακρινει

21:23 ουτος αποθανειται εν κρατει απλοσυνης αυτου ολος δε ευπαθων και ευθηνων

21:24 τα δε εγκατα αυτου πληρη στεατος μυελος δε αυτου διαχειται

21:25 ο δε τελευτα υπο πικριας ψυχης ου φαγων ουδεν αγαθον

21:26 ομοθυμαδον δε επι γης κοιμωνται σαπρια δε αυτους εκαλυψεν

21:27 ωστε οιδα υμας οτι τολμη επικεισθε μοι

21:28 οτι ερειτε που εστιν οικος αρχοντος και που εστιν η σκεπη των σκηνωματων των ασεβων

21:29 ερωτησατε παραπορευομενους οδον και τα σημεια αυτων ουκ απαλλοτριωσετε

21:30 οτι εις ημεραν απωλειας κουφιζεται ο πονηρος εις ημεραν οργης αυτου απαχθησονται

21:31 τις απαγγελει επι προσωπου αυτου την οδον αυτου και αυτος εποιησεν τις ανταποδωσει αυτω

21:32 και αυτος εις ταφους απηνεχθη και επι σορω ηγρυπνησεν

21:33 εγλυκανθησαν αυτω χαλικες χειμαρρου και οπισω αυτου πας ανθρωπος απελευσεται και εμπροσθεν αυτου αναριθμητοι

21:34 πως δε παρακαλειτε με κενα το δε εμε καταπαυσασθαι αφ' υμων ουδεν

 

Created with FREE HTMLCompiler by BibleDatabase