HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 22

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

22:1 υπολαβων δε ελιφας ο θαιμανιτης λεγει

22:2 ποτερον ουχι ο κυριος εστιν ο διδασκων συνεσιν και επιστημην

22:3 τι γαρ μελει τω κυριω εαν συ ησθα τοις εργοις αμεμπτος η ωφελεια οτι απλωσης την οδον σου

22:4 η λογον σου ποιουμενος ελεγξει σε και συνεισελευσεται σοι εις κρισιν

22:5 ποτερον ουχ η κακια σου εστιν πολλη αναριθμητοι δε σου εισιν αι αμαρτιαι

22:6 ηνεχυραζες δε τους αδελφους σου δια κενης αμφιασιν δε γυμνων αφειλου

22:7 ουδε υδωρ διψωντας εποτισας αλλα πεινωντων εστερησας ψωμον

22:8 εθαυμασας δε τινων προσωπον ωκισας δε τους επι της γης

22:9 χηρας δε εξαπεστειλας κενας ορφανους δε εκακωσας

22:10 τοιγαρουν εκυκλωσαν σε παγιδες και εσπουδασεν σε πολεμος εξαισιος

22:11 το φως σοι σκοτος απεβη κοιμηθεντα δε υδωρ σε εκαλυψεν

22:12 μη ουχι ο τα υψηλα ναιων εφορα τους δε υβρει φερομενους εταπεινωσεν

22:13 και ειπας τι εγνω ο ισχυρος η κατα του γνοφου κρινει

22:14 νεφη αποκρυφη αυτου και ουχ οραθησεται και γυρον ουρανου διαπορευσεται

22:15 μη τριβον αιωνιον φυλαξεις ην επατησαν ανδρες αδικοι

22:16 οι συνελημφθησαν αωροι ποταμος επιρρεων οι θεμελιοι αυτων

22:17 οι λεγοντες κυριος τι ποιησει ημιν η τι επαξεται ημιν ο παντοκρατωρ

22:18 ος δε ενεπλησεν τους οικους αυτων αγαθων βουλη δε ασεβων πορρω απ' αυτου

22:19 ιδοντες δικαιοι εγελασαν αμεμπτος δε εμυκτηρισεν

22:20 ει μη ηφανισθη η υποστασις αυτων και το καταλειμμα αυτων καταφαγεται πυρ

22:21 γενου δη σκληρος εαν υπομεινης ειτ' ο καρπος σου εσται εν αγαθοις

22:22 εκλαβε δε εκ στοματος αυτου εξηγοριαν και αναλαβε τα ρηματα αυτου εν καρδια σου

22:23 εαν δε επιστραφης και ταπεινωσης σεαυτον εναντι κυριου πορρω εποιησας απο διαιτης σου το αδικον

22:24 θηση επι χωματι εν πετρα και ως πετρα χειμαρρους ωφιρ

22:25 εσται ουν σου ο παντοκρατωρ βοηθος απο εχθρων καθαρον δε αποδωσει σε ωσπερ αργυριον πεπυρωμενον

22:26 ειτα παρρησιασθηση εναντι κυριου αναβλεψας εις τον ουρανον ιλαρως

22:27 ευξαμενου δε σου προς αυτον εισακουσεται σου δωσει δε σοι αποδουναι τας ευχας

22:28 αποκαταστησει δε σοι διαιταν δικαιοσυνης επι δε οδοις σου εσται φεγγος

22:29 οτι εταπεινωσεν αυτον και ερεις υπερηφανευσατο και κυφοντα οφθαλμοις σωσει

22:30 ρυσεται αθωον και διασωθητι εν καθαραις χερσιν σου

 

Created with FREE HTMLCompiler by BibleDatabase