HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

23:1 υπολαβων δε ιωβ λεγει

23:2 και δη οιδα οτι εκ χειρος μου η ελεγξις εστιν και η χειρ αυτου βαρεια γεγονεν επ' εμω στεναγμω

23:3 τις δ' αρα γνοιη οτι ευροιμι αυτον και ελθοιμι εις τελος

23:4 ειποιμι δε εμαυτου κριμα το δε στομα μου εμπλησαιμι ελεγχων

23:5 γνωην δε ρηματα α μοι ερει αισθοιμην δε τινα μοι απαγγελει

23:6 και ει εν πολλη ισχυι επελευσεται μοι ειτα εν απειλη μοι ου χρησεται

23:7 αληθεια γαρ και ελεγχος παρ' αυτου εξαγαγοι δε εις τελος το κριμα μου

23:8 εις γαρ πρωτα πορευσομαι και ουκετι ειμι τα δε επ' εσχατοις τι οιδα

23:9 αριστερα ποιησαντος αυτου και ου κατεσχον περιβαλει δεξια και ουκ οψομαι

23:10 οιδεν γαρ ηδη οδον μου διεκρινεν δε με ωσπερ το χρυσιον

23:11 εξελευσομαι δε εν ενταλμασιν αυτου οδους γαρ αυτου εφυλαξα και ου μη εκκλινω

23:12 απο ενταλματων αυτου και ου μη παρελθω εν δε κολπω μου εκρυψα ρηματα αυτου

23:13 ει δε και αυτος εκρινεν ουτως τις εστιν ο αντειπων αυτω ο γαρ αυτος ηθελησεν και εποιησεν

23:14

23:15 δια τουτο επ' αυτω εσπουδακα νουθετουμενος δε εφροντισα αυτου [15α] επι τουτω απο προσωπου αυτου κατασπουδασθω κατανοησω και πτοηθησομαι εξ αυτου

23:16 κυριος δε εμαλακυνεν την καρδιαν μου ο δε παντοκρατωρ εσπουδασεν με

23:17 ου γαρ ηδειν οτι επελευσεται μοι σκοτος προ προσωπου δε μου εκαλυψεν γνοφος

 

Created with FREE HTMLCompiler by BibleDatabase