HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

24:1 δια τι δε κυριον ελαθον ωραι

24:2 ασεβεις δε οριον υπερεβησαν ποιμνιον συν ποιμενι αρπασαντες

24:3 υποζυγιον ορφανων απηγαγον και βουν χηρας ηνεχυρασαν

24:4 εξεκλιναν αδυνατους εξ οδου δικαιας ομοθυμαδον εκρυβησαν πραεις γης

24:5 απεβησαν δε ωσπερ ονοι εν αγρω υπερ εμου εξελθοντες την εαυτων πραξιν ηδυνθη αυτω αρτος εις νεωτερους

24:6 αγρον προ ωρας ουκ αυτων οντα εθερισαν αδυνατοι δε αμπελωνας ασεβων αμισθι και ασιτι ηργασαντο

24:7 γυμνους πολλους εκοιμισαν ανευ ιματιων αμφιασιν δε ψυχης αυτων αφειλαντο

24:8 απο ψεκαδων ορεων υγραινονται παρα το μη εχειν αυτους σκεπην πετραν περιεβαλοντο

24:9 ηρπασαν ορφανον απο μαστου εκπεπτωκοτα δε εταπεινωσαν

24:10 γυμνους δε εκοιμισαν αδικως πεινωντων δε τον ψωμον αφειλαντο

24:11 εν στενοις αδικως ενηδρευσαν οδον δε δικαιαν ουκ ηδεισαν

24:12 οι εκ πολεως και οικων ιδιων εξεβαλλοντο ψυχη δε νηπιων εστεναξεν μεγα αυτος δε δια τι τουτων επισκοπην ου πεποιηται

24:13 επι γης οντων αυτων και ουκ επεγνωσαν οδον δε δικαιοσυνης ουκ ηδεισαν ουδε ατραπους αυτης επορευθησαν

24:14 γνους δε αυτων τα εργα παρεδωκεν αυτους εις σκοτος και νυκτος εσται ως κλεπτης

24:15 και οφθαλμος μοιχου εφυλαξεν σκοτος λεγων ου προσνοησει με οφθαλμος και αποκρυβην προσωπου εθετο

24:16 διωρυξεν εν σκοτει οικιας ημερας εσφραγισαν εαυτους ουκ επεγνωσαν φως

24:17 οτι ομοθυμαδον το πρωι αυτοις σκια θανατου οτι επιγνωσεται ταραχας σκιας θανατου

24:18 ελαφρος εστιν επι προσωπον υδατος καταραθειη η μερις αυτων επι γης

24:19 αναφανειη δε τα φυτα αυτων επι γης ξηρα αγκαλιδα γαρ ορφανων ηρπασαν

24:20 ειτ' ανεμνησθη αυτου η αμαρτια ωσπερ δε ομιχλη δροσου αφανης εγενετο αποδοθειη δε αυτω α επραξεν συντριβειη δε πας αδικος ισα ξυλω ανιατω

24:21 στειραν γαρ ουκ ευ εποιησεν και γυναιον ουκ ηλεησεν

24:22 θυμω δε κατεστρεψεν αδυνατους αναστας τοιγαρουν ου μη πιστευση κατα της εαυτου ζωης

24:23 μαλακισθεις μη ελπιζετω υγιασθηναι αλλα πεσειται νοσω

24:24 πολλους γαρ εκακωσεν το υψωμα αυτου εμαρανθη δε ωσπερ μολοχη εν καυματι η ωσπερ σταχυς απο καλαμης αυτοματος αποπεσων

24:25 ει δε μη τις εστιν ο φαμενος ψευδη με λεγειν και θησει εις ουδεν τα ρηματα μου

 

Created with FREE HTMLCompiler by BibleDatabase