HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

26:1 υπολαβων δε ιωβ λεγει

26:2 τινι προσκεισαι η τινι μελλεις βοηθειν ποτερον ουχ ω πολλη ισχυς και ω βραχιων κραταιος εστιν

26:3 τινι συμβεβουλευσαι ουχ ω πασα σοφια η τινι επακολουθησεις ουχ ω μεγιστη δυναμις

26:4 τινι ανηγγειλας ρηματα πνοη δε τινος εστιν η εξελθουσα εκ σου

26:5 μη γιγαντες μαιωθησονται υποκατωθεν υδατος και των γειτονων αυτου

26:6 γυμνος ο αδης επωπιον αυτου και ουκ εστιν περιβολαιον τη απωλεια

26:7 εκτεινων βορεαν επ' ουδεν κρεμαζων γην επι ουδενος

26:8 δεσμευων υδωρ εν νεφελαις αυτου και ουκ ερραγη νεφος υποκατω αυτου

26:9 ο κρατων προσωπον θρονου εκπεταζων επ' αυτον νεφος αυτου

26:10 προσταγμα εγυρωσεν επι προσωπον υδατος μεχρι συντελειας φωτος μετα σκοτους

26:11 στυλοι ουρανου επετασθησαν και εξεστησαν απο της επιτιμησεως αυτου

26:12 ισχυι κατεπαυσεν την θαλασσαν επιστημη δε ετρωσε το κητος

26:13 κλειθρα δε ουρανου δεδοικασιν αυτον προσταγματι δε εθανατωσεν δρακοντα αποστατην

26:14 ιδου ταυτα μερη οδου αυτου και επι ικμαδα λογου ακουσομεθα εν αυτω σθενος δε βροντης αυτου τις οιδεν οποτε ποιησει

 

Created with FREE HTMLCompiler by BibleDatabase