HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

27:1 ετι δε προσθεις ιωβ ειπεν τω προοιμιω

27:2 ζη κυριος ος ουτω με κεκρικεν και ο παντοκρατωρ ο πικρανας μου την ψυχην

27:3 η μην ετι της πνοης μου ενουσης πνευμα δε θειον το περιον μοι εν ρισιν

27:4 μη λαλησειν τα χειλη μου ανομα ουδε η ψυχη μου μελετησει αδικα

27:5 μη μοι ειη δικαιους υμας αποφηναι εως αν αποθανω ου γαρ απαλλαξω μου την ακακιαν

27:6 δικαιοσυνη δε προσεχων ου μη προωμαι ου γαρ συνοιδα εμαυτω ατοπα πραξας

27:7 ου μην δε αλλα ειησαν οι εχθροι μου ωσπερ η καταστροφη των ασεβων και οι επ' εμε επανιστανομενοι ωσπερ η απωλεια των παρανομων

27:8 και τις γαρ εστιν ελπις ασεβει οτι επεχει πεποιθως επι κυριον αρα σωθησεται

27:9 η την δεησιν αυτου εισακουσεται κυριος η επελθουσης αυτω αναγκης

27:10 μη εχει τινα παρρησιαν εναντι αυτου η ως επικαλεσαμενου αυτου εισακουσεται αυτου

27:11 αλλα δη αναγγελω υμιν τι εστιν εν χειρι κυριου α εστιν παρα παντοκρατορι ου ψευσομαι

27:12 ιδου δη παντες οιδατε οτι κενα κενοις επιβαλλετε

27:13 αυτη η μερις ανθρωπου ασεβους παρα κυριου κτημα δε δυναστων ελευσεται παρα παντοκρατορος επ' αυτους

27:14 εαν δε πολλοι γενωνται οι υιοι αυτου εις σφαγην εσονται εαν δε και ανδρωθωσιν προσαιτησουσιν

27:15 οι δε περιοντες αυτου εν θανατω τελευτησουσιν χηρας δε αυτων ουθεις ελεησει

27:16 εαν συναγαγη ωσπερ γην αργυριον ισα δε πηλω ετοιμαση χρυσιον

27:17 ταυτα παντα δικαιοι περιποιησονται τα δε χρηματα αυτου αληθινοι καθεξουσιν

27:18 απεβη δε ο οικος αυτου ωσπερ σητες και ωσπερ αραχνη

27:19 πλουσιος κοιμηθεις και ου προσθησει οφθαλμους αυτου διηνοιξεν και ουκ εστιν

27:20 συνηντησαν αυτω ωσπερ υδωρ αι οδυναι νυκτι δε υφειλατο αυτον γνοφος

27:21 αναλημψεται αυτον καυσων και απελευσεται και λικμησει αυτον εκ του τοπου αυτου

27:22 και επιρριψει επ' αυτον και ου φεισεται εκ χειρος αυτου φυγη φευξεται

27:23 κροτησει επ' αυτου χειρας αυτου και συριει αυτον εκ του τοπου αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase