HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

28:1 εστιν γαρ αργυριω τοπος οθεν γινεται τοπος δε χρυσιω οθεν διηθειται

28:2 σιδηρος μεν γαρ εκ γης γινεται χαλκος δε ισα λιθω λατομειται

28:3 ταξιν εθετο σκοτει και παν περας αυτος εξακριβαζεται λιθος σκοτια και σκια θανατου

28:4 διακοπη χειμαρρου απο κονιας οι δε επιλανθανομενοι οδον δικαιαν ησθενησαν εκ βροτων

28:5 γη εξ αυτης εξελευσεται αρτος υποκατω αυτης εστραφη ωσει πυρ

28:6 τοπος σαπφειρου οι λιθοι αυτης και χωμα χρυσιον αυτω

28:7 τριβος ουκ εγνω αυτην πετεινον και ου παρεβλεψεν αυτην οφθαλμος γυπος

28:8 ουκ επατησαν αυτην υιοι αλαζονων ου παρηλθεν επ' αυτης λεων

28:9 εν ακροτομω εξετεινεν χειρα αυτου κατεστρεψεν δε εκ ριζων ορη

28:10 δινας δε ποταμων ερρηξεν παν δε εντιμον ειδεν μου ο οφθαλμος

28:11 βαθη δε ποταμων ανεκαλυψεν εδειξεν δε εαυτου δυναμιν εις φως

28:12 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της επιστημης

28:13 ουκ οιδεν βροτος οδον αυτης ουδε μη ευρεθη εν ανθρωποις

28:14 αβυσσος ειπεν ουκ εστιν εν εμοι και θαλασσα ειπεν ουκ εστιν μετ' εμου

28:15 ου δωσει συγκλεισμον αντ' αυτης και ου σταθησεται αργυριον ανταλλαγμα αυτης

28:16 και ου συμβασταχθησεται χρυσιω ωφιρ εν ονυχι τιμιω και σαπφειρω

28:17 ουκ ισωθησεται αυτη χρυσιον και υαλος και το αλλαγμα αυτης σκευη χρυσα

28:18 μετεωρα και γαβις ου μνησθησεται και ελκυσον σοφιαν υπερ τα εσωτατα

28:19 ουκ ισωθησεται αυτη τοπαζιον αιθιοπιας χρυσιω καθαρω ου συμβασταχθησεται

28:20 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της συνεσεως

28:21 λεληθεν παντα ανθρωπον και απο πετεινων του ουρανου εκρυβη

28:22 η απωλεια και ο θανατος ειπαν ακηκοαμεν δε αυτης το κλεος

28:23 ο θεος ευ συνεστησεν αυτης την οδον αυτος δε οιδεν τον τοπον αυτης

28:24 αυτος γαρ την υπ' ουρανον πασαν εφορα ειδως τα εν τη γη παντα α εποιησεν

28:25 ανεμων σταθμον υδατος τε μετρα

28:26 οτε εποιησεν ουτως υετον ηριθμησεν και οδον εν τιναγματι φωνας

28:27 τοτε ειδεν αυτην και εξηγησατο αυτην ετοιμασας εξιχνιασεν

28:28 ειπεν δε ανθρωπω ιδου η θεοσεβεια εστιν σοφια το δε απεχεσθαι απο κακων εστιν επιστημη

 

Created with FREE HTMLCompiler by BibleDatabase