HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 29

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

29:1 ετι δε προσθεις ιωβ ειπεν τω προοιμιω

29:2 τις αν με θειη κατα μηνα εμπροσθεν ημερων ων με ο θεος εφυλαξεν

29:3 ως οτε ηυγει ο λυχνος αυτου υπερ κεφαλης μου οτε τω φωτι αυτου επορευομην εν σκοτει

29:4 οτε ημην επιβριθων οδοις οτε ο θεος επισκοπην εποιειτο του οικου μου

29:5 οτε ημην υλωδης λιαν κυκλω δε μου οι παιδες

29:6 οτε εχεοντο μου αι οδοι βουτυρω τα δε ορη μου εχεοντο γαλακτι

29:7 οτε εξεπορευομην ορθριος εν πολει εν δε πλατειαις ετιθετο μου ο διφρος

29:8 ιδοντες με νεανισκοι εκρυβησαν πρεσβυται δε παντες εστησαν

29:9 αδροι δε επαυσαντο λαλουντες δακτυλον επιθεντες επι στοματι

29:10 οι δε ακουσαντες εμακαρισαν με και γλωσσα αυτων τω λαρυγγι αυτων εκολληθη

29:11 οτι ους ηκουσεν και εμακαρισεν με οφθαλμος δε ιδων με εξεκλινεν

29:12 διεσωσα γαρ πτωχον εκ χειρος δυναστου και ορφανω ω ουκ ην βοηθος εβοηθησα

29:13 ευλογια απολλυμενου επ' εμε ελθοι στομα δε χηρας με ευλογησεν

29:14 δικαιοσυνην δε ενεδεδυκειν ημφιασαμην δε κριμα ισα διπλοιδι

29:15 οφθαλμος ημην τυφλων πους δε χωλων

29:16 εγω ημην πατηρ αδυνατων δικην δε ην ουκ ηδειν εξιχνιασα

29:17 συνετριψα δε μυλας αδικων εκ δε μεσου των οδοντων αυτων αρπαγμα εξεσπασα

29:18 ειπα δε η ηλικια μου γηρασει ωσπερ στελεχος φοινικος πολυν χρονον βιωσω

29:19 η ριζα μου διηνοικται επι υδατος και δροσος αυλισθησεται εν τω θερισμω μου

29:20 η δοξα μου καινη μετ' εμου και το τοξον μου εν χειρι αυτου πορευσεται

29:21 εμου ακουσαντες προσεσχον εσιωπησαν δε επι τη εμη βουλη

29:22 επι δε τω εμω ρηματι ου προσεθεντο περιχαρεις δε εγινοντο οποταν αυτοις ελαλουν

29:23 ωσπερ γη διψωσα προσδεχομενη τον υετον ουτως ουτοι την εμην λαλιαν

29:24 εαν γελασω προς αυτους ου μη πιστευσωσιν και φως του προσωπου μου ουκ απεπιπτεν

29:25 εξελεξαμην οδον αυτων και εκαθισα αρχων και κατεσκηνουν ωσει βασιλευς εν μονοζωνοις ον τροπον παθεινους παρακαλων

 

Created with FREE HTMLCompiler by BibleDatabase