HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 30

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

30:1 νυνι δε κατεγελασαν μου ελαχιστοι νυν νουθετουσιν με εν μερει ων εξουδενουν πατερας αυτων ους ουχ ηγησαμην ειναι αξιους κυνων των εμων νομαδων

30:2 και γε ισχυς χειρων αυτων ινα τι μοι επ' αυτους απωλετο συντελεια

30:3 εν ενδεια και λιμω αγονος οι φευγοντες ανυδρον εχθες συνοχην και ταλαιπωριαν

30:4 οι περικλωντες αλιμα επι ηχουντι οιτινες αλιμα ην αυτων τα σιτα ατιμοι δε και πεφαυλισμενοι ενδεεις παντος αγαθου οι και ριζας ξυλων εμασωντο υπο λιμου μεγαλου

30:5 επανεστησαν μοι κλεπται

30:6 ων οι οικοι αυτων ησαν τρωγλαι πετρων

30:7 ανα μεσον ευηχων βοησονται οι υπο φρυγανα αγρια διητωντο

30:8 αφρονων υιοι και ατιμων ονομα και κλεος εσβεσμενον απο γης

30:9 νυνι δε κιθαρα εγω ειμι αυτων και εμε θρυλημα εχουσιν

30:10 εβδελυξαντο δε με αποσταντες μακραν απο δε προσωπου μου ουκ εφεισαντο πτυελον

30:11 ανοιξας γαρ φαρετραν αυτου εκακωσεν με και χαλινον του προσωπου μου εξαπεστειλαν

30:12 επι δεξιων βλαστου επανεστησαν ποδα αυτων εξετειναν και ωδοποιησαν επ' εμε τριβους απωλειας αυτων

30:13 εξετριβησαν τριβοι μου εξεδυσεν γαρ μου την στολην

30:14 βελεσιν αυτου κατηκοντισεν με κεχρηται μοι ως βουλεται εν οδυναις πεφυρμαι

30:15 επιστρεφονται δε μου αι οδυναι ωχετο μου η ελπις ωσπερ πνευμα και ωσπερ νεφος η σωτηρια μου

30:16 και νυν επ' εμε εκχυθησεται η ψυχη μου εχουσιν δε με ημεραι οδυνων

30:17 νυκτι δε μου τα οστα συγκεκαυται τα δε νευρα μου διαλελυται

30:18 εν πολλη ισχυι επελαβετο μου της στολης ωσπερ το περιστομιον του χιτωνος μου περιεσχεν με

30:19 ηγησαι δε με ισα πηλω εν γη και σποδω μου η μερις

30:20 κεκραγα δε προς σε και ουκ εισακουεις μου εστησαν και κατενοησαν με

30:21 επεβης δε μοι ανελεημονως χειρι κραταια με εμαστιγωσας

30:22 εταξας δε με εν οδυναις και απερριψας με απο σωτηριας

30:23 οιδα γαρ οτι θανατος με εκτριψει οικια γαρ παντι θνητω γη

30:24 ει γαρ οφελον δυναιμην εμαυτον χειρωσασθαι η δεηθεις γε ετερου και ποιησει μοι τουτο

30:25 εγω δε επι παντι αδυνατω εκλαυσα εστεναξα δε ιδων ανδρα εν αναγκαις

30:26 εγω δε επεχων αγαθοις ιδου συνηντησαν μοι μαλλον ημεραι κακων

30:27 η κοιλια μου εξεζεσεν και ου σιωπησεται προεφθασαν με ημεραι πτωχειας

30:28 στενων πεπορευμαι ανευ φιμου εστηκα δε εν εκκλησια κεκραγως

30:29 αδελφος γεγονα σειρηνων εταιρος δε στρουθων

30:30 το δε δερμα μου εσκοτωται μεγαλως τα δε οστα μου απο καυματος

30:31 απεβη δε εις παθος μου η κιθαρα ο δε ψαλμος μου εις κλαυθμον εμοι

 

Created with FREE HTMLCompiler by BibleDatabase