HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

31:1 διαθηκην εθεμην τοις οφθαλμοις μου και ου συνησω επι παρθενον

31:2 και τι εμερισεν ο θεος απανωθεν και κληρονομια ικανου εξ υψιστων

31:3 ουχι απωλεια τω αδικω και απαλλοτριωσις τοις ποιουσιν ανομιαν

31:4 ουχι αυτος οψεται οδον μου και παντα τα διαβηματα μου εξαριθμησεται

31:5 ει δε ημην πεπορευμενος μετα γελοιαστων ει δε και εσπουδασεν ο πους μου εις δολον

31:6 ισταιη με αρα εν ζυγω δικαιω οιδεν δε ο κυριος την ακακιαν μου

31:7 ει εξεκλινεν ο πους μου εκ της οδου ει δε και τω οφθαλμω επηκολουθησεν η καρδια μου ει δε και ταις χερσιν μου ηψαμην δωρων

31:8 σπειραιμι αρα και αλλοι φαγοισαν αρριζος δε γενοιμην επι γης

31:9 ει εξηκολουθησεν η καρδια μου γυναικι ανδρος ετερου ει και εγκαθετος εγενομην επι θυραις αυτης

31:10 αρεσαι αρα και η γυνη μου ετερω τα δε νηπια μου ταπεινωθειη

31:11 θυμος γαρ οργης ακατασχετος το μιαναι ανδρος γυναικα

31:12 πυρ γαρ εστιν καιομενον επι παντων των μερων ου δ' αν επελθη εκ ριζων απωλεσεν

31:13 ει δε και εφαυλισα κριμα θεραποντος μου η θεραπαινης κρινομενων αυτων προς με

31:14 τι γαρ ποιησω εαν ετασιν μου ποιησηται ο κυριος εαν δε και επισκοπην τινα αποκρισιν ποιησομαι

31:15 ποτερον ουχ ως και εγω εγενομην εν γαστρι και εκεινοι γεγονασιν γεγοναμεν δε εν τη αυτη κοιλια

31:16 αδυνατοι δε χρειαν ην ποτ' ειχον ουκ απετυχον χηρας δε τον οφθαλμον ουκ εξετηξα

31:17 ει δε και τον ψωμον μου εφαγον μονος και ουχι ορφανω μετεδωκα

31:18 οτι εκ νεοτητος μου εξετρεφον ως πατηρ και εκ γαστρος μητρος μου ωδηγησα

31:19 ει δε και υπερειδον γυμνον απολλυμενον και ουκ ημφιασα

31:20 αδυνατοι δε ει μη ευλογησαν με απο δε κουρας αμνων μου εθερμανθησαν οι ωμοι αυτων

31:21 ει επηρα ορφανω χειρα πεποιθως οτι πολλη μοι βοηθεια περιεστιν

31:22 αποσταιη αρα ο ωμος μου απο της κλειδος ο δε βραχιων μου απο του αγκωνος μου συντριβειη

31:23 φοβος γαρ κυριου συνεσχεν με και απο του λημματος αυτου ουχ υποισω

31:24 ει εταξα χρυσιον ισχυν μου ει δε και λιθω πολυτελει επεποιθησα

31:25 ει δε και ευφρανθην πολλου πλουτου μοι γενομενου ει δε και επ' αναριθμητοις εθεμην χειρα μου

31:26 η ουχ ορω μεν ηλιον τον επιφαυσκοντα εκλειποντα σεληνην δε φθινουσαν ου γαρ επ' αυτοις εστιν

31:27 και ει ηπατηθη λαθρα η καρδια μου ει δε και χειρα μου επιθεις επι στοματι μου εφιλησα

31:28 και τουτο μοι αρα ανομια η μεγιστη λογισθειη οτι εψευσαμην εναντιον κυριου του υψιστου

31:29 ει δε και επιχαρης εγενομην πτωματι εχθρων μου και ειπεν η καρδια μου ευγε

31:30 ακουσαι αρα το ους μου την καταραν μου θρυληθειην δε αρα υπο λαου μου κακουμενος

31:31 ει δε και πολλακις ειπον αι θεραπαιναι μου τις αν δωη ημιν των σαρκων αυτου πλησθηναι λιαν μου χρηστου οντος

31:32 εξω δε ουκ ηυλιζετο ξενος η δε θυρα μου παντι ελθοντι ανεωκτο

31:33 ει δε και αμαρτων ακουσιως εκρυψα την αμαρτιαν μου

31:34 ου γαρ διετραπην πολυοχλιαν πληθους του μη εξαγορευσαι ενωπιον αυτων ει δε και ειασα αδυνατον εξελθειν θυραν μου κολπω κενω

31:35 τις δωη ακουοντα μου χειρα δε κυριου ει μη εδεδοικειν συγγραφην δε ην ειχον κατα τινος

31:36 επ' ωμοις αν περιθεμενος στεφανον ανεγινωσκον

31:37 και ει μη ρηξας αυτην απεδωκα ουθεν λαβων παρα χρεοφειλετου

31:38 ει επ' εμοι ποτε η γη εστεναξεν ει δε και οι αυλακες αυτης εκλαυσαν ομοθυμαδον

31:39 ει δε και την ισχυν αυτης εφαγον μονος ανευ τιμης ει δε και ψυχην κυριου της γης εκβαλων ελυπησα

31:40 αντι πυρου αρα εξελθοι μοι κνιδη αντι δε κριθης βατος και επαυσατο ιωβ ρημασιν

 

Created with FREE HTMLCompiler by BibleDatabase