HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 32

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

32:1 ησυχασαν δε και οι τρεις φιλοι αυτου ετι αντειπειν ιωβ ην γαρ ιωβ δικαιος εναντιον αυτων

32:2 ωργισθη δε ελιους ο του βαραχιηλ ο βουζιτης εκ της συγγενειας ραμ της αυσιτιδος χωρας ωργισθη δε τω ιωβ σφοδρα διοτι απεφηνεν εαυτον δικαιον εναντιον κυριου

32:3 και κατα των τριων δε φιλων ωργισθη σφοδρα διοτι ουκ ηδυνηθησαν αποκριθηναι αντιθετα ιωβ και εθεντο αυτον ειναι ασεβη

32:4 ελιους δε υπεμεινεν δουναι αποκρισιν ιωβ οτι πρεσβυτεροι αυτου εισιν ημεραις

32:5 και ειδεν ελιους οτι ουκ εστιν αποκρισις εν στοματι των τριων ανδρων και εθυμωθη οργη αυτου

32:6 υπολαβων δε ελιους ο του βαραχιηλ ο βουζιτης ειπεν νεωτερος μεν ειμι τω χρονω υμεις δε εστε πρεσβυτεροι διο ησυχασα φοβηθεις του υμιν αναγγειλαι την εμαυτου επιστημην

32:7 ειπα δε οτι ο χρονος εστιν ο λαλων εν πολλοις δε ετεσιν οιδασιν σοφιαν

32:8 αλλα πνευμα εστιν εν βροτοις πνοη δε παντοκρατορος εστιν η διδασκουσα

32:9 ουχ οι πολυχρονιοι εισιν σοφοι ουδ' οι γεροντες οιδασιν κριμα

32:10 διο ειπα ακουσατε μου και αναγγελω υμιν α οιδα

32:11 ενωτιζεσθε μου τα ρηματα ερω γαρ υμων ακουοντων αχρι ου ετασητε λογους

32:12 και μεχρι υμων συνησω και ιδου ουκ ην τω ιωβ ελεγχων ανταποκρινομενος ρηματα αυτου εξ υμων

32:13 ινα μη ειπητε ευρομεν σοφιαν κυριω προσθεμενοι

32:14 ανθρωπω δε επετρεψατε λαλησαι τοιαυτα ρηματα

32:15 επτοηθησαν ουκ απεκριθησαν ετι επαλαιωσαν εξ αυτων λογους

32:16 υπεμεινα ου γαρ ελαλησαν οτι εστησαν ουκ απεκριθησαν

32:17 υπολαβων δε ελιους λεγει

32:18 παλιν λαλησω πληρης γαρ ειμι ρηματων ολεκει γαρ με το πνευμα της γαστρος

32:19 η δε γαστηρ μου ωσπερ ασκος γλευκους ζεων δεδεμενος η ωσπερ φυσητηρ χαλκεως ερρηγως

32:20 λαλησω ινα αναπαυσωμαι ανοιξας τα χειλη

32:21 ανθρωπον γαρ ου μη αισχυνθω αλλα μην ουδε βροτον ου μη εντραπω

32:22 ου γαρ επισταμαι θαυμασαι προσωπον ει δε μη και εμε σητες εδονται

 

Created with FREE HTMLCompiler by BibleDatabase