HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

33:1 ου μην δε αλλα ακουσον ιωβ τα ρηματα μου και λαλιαν ενωτιζου μου

33:2 ιδου γαρ ηνοιξα το στομα μου και ελαλησεν η γλωσσα μου

33:3 καθαρα μου η καρδια ρημασιν συνεσις δε χειλεων μου καθαρα νοησει

33:4 πνευμα θειον το ποιησαν με πνοη δε παντοκρατορος η διδασκουσα με

33:5 εαν δυνη δος μοι αποκρισιν προς ταυτα υπομεινον στηθι κατ' εμε και εγω κατα σε

33:6 εκ πηλου διηρτισαι συ ως και εγω εκ του αυτου διηρτισμεθα

33:7 ουχ ο φοβος μου σε στροβησει ουδε η χειρ μου βαρεια εσται επι σοι

33:8 πλην ειπας εν ωσιν μου φωνην ρηματων σου ακηκοα

33:9 διοτι λεγεις καθαρος ειμι ουχ αμαρτων αμεμπτος δε ειμι ου γαρ ηνομησα

33:10 μεμψιν δε κατ' εμου ευρεν ηγηται δε με ωσπερ υπεναντιον

33:11 εθετο δε εν ξυλω τον ποδα μου εφυλαξεν δε μου πασας τας οδους

33:12 πως γαρ λεγεις δικαιος ειμι και ουκ επακηκοεν μου αιωνιος γαρ εστιν ο επανω βροτων

33:13 λεγεις δε δια τι της δικης μου ουκ επακηκοεν παν ρημα

33:14 εν γαρ τω απαξ λαλησαι ο κυριος εν δε τω δευτερω ενυπνιον

33:15 η εν μελετη νυκτερινη ως οταν επιπιπτη δεινος φοβος επ' ανθρωπους επι νυσταγματων επι κοιτης

33:16 τοτε ανακαλυπτει νουν ανθρωπων εν ειδεσιν φοβου τοιουτοις αυτους εξεφοβησεν

33:17 αποστρεψαι ανθρωπον εξ αδικιας το δε σωμα αυτου απο πτωματος ερρυσατο

33:18 εφεισατο δε της ψυχης αυτου απο θανατου και μη πεσειν αυτον εν πολεμω

33:19 παλιν δε ηλεγξεν αυτον εν μαλακια επι κοιτης και πληθος οστων αυτου εναρκησεν

33:20 παν δε βρωτον σιτου ου μη δυνηται προσδεξασθαι και η ψυχη αυτου βρωσιν επιθυμησει

33:21 εως αν σαπωσιν αυτου αι σαρκες και αποδειξη τα οστα αυτου κενα

33:22 ηγγισεν δε εις θανατον η ψυχη αυτου η δε ζωη αυτου εν αδη

33:23 εαν ωσιν χιλιοι αγγελοι θανατηφοροι εις αυτων ου μη τρωση αυτον εαν νοηση τη καρδια επιστραφηναι επι κυριον αναγγειλη δε ανθρωπω την εαυτου μεμψιν την δε ανοιαν αυτου δειξη

33:24 ανθεξεται του μη πεσειν αυτον εις θανατον ανανεωσει δε αυτου το σωμα ωσπερ αλοιφην επι τοιχου τα δε οστα αυτου εμπλησει μυελου

33:25 απαλυνει δε αυτου τας σαρκας ωσπερ νηπιου αποκαταστησει δε αυτον ανδρωθεντα εν ανθρωποις

33:26 ευξαμενος δε προς κυριον και δεκτα αυτω εσται εισελευσεται δε προσωπω καθαρω συν εξηγορια αποδωσει δε ανθρωποις δικαιοσυνην

33:27 ειτα τοτε απομεμψεται ανθρωπος αυτος εαυτω λεγων οια συνετελουν και ουκ αξια ητασεν με ων ημαρτον

33:28 σωσον ψυχην μου του μη ελθειν εις διαφθοραν και η ζωη μου φως οψεται

33:29 ιδου παντα ταυτα εργαται ο ισχυρος οδους τρεις μετα ανδρος

33:30 αλλ' ερρυσατο την ψυχην μου εκ θανατου ινα η ζωη μου εν φωτι αινη αυτον

33:31 ενωτιζου ιωβ και ακουε μου κωφευσον και εγω ειμι λαλησω

33:32 ει εισιν λογοι αποκριθητι μοι λαλησον θελω γαρ δικαιωθηναι σε

33:33 ει μη συ ακουσον μου κωφευσον και διδαξω σε σοφιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase