HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

34:1 υπολαβων δε ελιους λεγει

34:2 ακουσατε μου σοφοι επισταμενοι ενωτιζεσθε το καλον

34:3 οτι ους λογους δοκιμαζει και λαρυγξ γευεται βρωσιν

34:4 κρισιν ελωμεθα εαυτοις γνωμεν ανα μεσον εαυτων ο τι καλον

34:5 οτι ειρηκεν ιωβ δικαιος ειμι ο κυριος απηλλαξεν μου το κριμα

34:6 εψευσατο δε τω κριματι μου βιαιον το βελος μου ανευ αδικιας

34:7 τις ανηρ ωσπερ ιωβ πινων μυκτηρισμον ωσπερ υδωρ

34:8 ουχ αμαρτων ουδε ασεβησας η οδου κοινωνησας μετα ποιουντων τα ανομα του πορευθηναι μετα ασεβων

34:9 μη γαρ ειπης οτι ουκ εσται επισκοπη ανδρος και επισκοπη αυτω παρα κυριου

34:10 διο συνετοι καρδιας ακουσατε μου μη μοι ειη εναντι κυριου ασεβησαι και εναντι παντοκρατορος ταραξαι το δικαιον

34:11 αλλα αποδιδοι ανθρωπω καθα ποιει εκαστος αυτων και εν τριβω ανδρος ευρησει αυτον

34:12 οιη δε τον κυριον ατοπα ποιησειν η ο παντοκρατωρ ταραξει κρισιν

34:13 ος εποιησεν την γην τις δε εστιν ο ποιων την υπ' ουρανον και τα ενοντα παντα

34:14 ει γαρ βουλοιτο συνεχειν και το πνευμα παρ' αυτω κατασχειν

34:15 τελευτησει πασα σαρξ ομοθυμαδον πας δε βροτος εις γην απελευσεται οθεν και επλασθη

34:16 ει δε μη νουθετη ακουε ταυτα ενωτιζου φωνην ρηματων

34:17 ιδε συ τον μισουντα ανομα και τον ολλυντα τους πονηρους οντα αιωνιον δικαιον

34:18 ασεβης ο λεγων βασιλει παρανομεις ασεβεστατε τοις αρχουσιν

34:19 ος ουκ επησχυνθη προσωπον εντιμου ουδε οιδεν τιμην θεσθαι αδροις θαυμασθηναι προσωπα αυτων

34:20 κενα δε αυτοις αποβησεται το κεκραγεναι και δεισθαι ανδρος εχρησαντο γαρ παρανομως εκκλινομενων αδυνατων

34:21 αυτος γαρ ορατης εστιν εργων ανθρωπων λεληθεν δε αυτον ουδεν ων πρασσουσιν

34:22 ουδε εσται τοπος του κρυβηναι τους ποιουντας τα ανομα

34:23 οτι ουκ επ' ανδρα θησει ετι ο γαρ κυριος παντας εφορα

34:24 ο καταλαμβανων ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος

34:25 ο γνωριζων αυτων τα εργα και στρεψει νυκτα και ταπεινωθησονται

34:26 εσβεσεν δε ασεβεις ορατοι δε εναντιον αυτου

34:27 οτι εξεκλιναν εκ νομου θεου δικαιωματα δε αυτου ουκ επεγνωσαν

34:28 του επαγαγειν επ' αυτον κραυγην πενητος και κραυγην πτωχων εισακουσεται

34:29 και αυτος ησυχιαν παρεξει και τις καταδικασεται και κρυψει προσωπον και τις οψεται αυτον και κατα εθνους και κατα ανθρωπου ομου

34:30 βασιλευων ανθρωπον υποκριτην απο δυσκολιας λαου

34:31 οτι προς τον ισχυρον ο λεγων ειληφα ουκ ενεχυρασω

34:32 ανευ εμαυτου οψομαι συ δειξον μοι ει αδικιαν ηργασαμην ου μη προσθησω

34:33 μη παρα σου αποτεισει αυτην οτι απωση οτι συ εκλεξη και ουκ εγω και τι εγνως λαλησον

34:34 διο συνετοι καρδιας ερουσιν ταυτα ανηρ δε σοφος ακηκοεν μου το ρημα

34:35 ιωβ δε ουκ εν συνεσει ελαλησεν τα δε ρηματα αυτου ουκ εν επιστημη

34:36 ου μην δε αλλα μαθε ιωβ μη δως ετι ανταποκρισιν ωσπερ οι αφρονες

34:37 ινα μη προσθωμεν εφ' αμαρτιαις ημων ανομια δε εφ' ημιν λογισθησεται πολλα λαλουντων ρηματα εναντιον του κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase