HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 35

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

35:1 υπολαβων δε ελιους λεγει

35:2 τι τουτο ηγησω εν κρισει συ τις ει οτι ειπας δικαιος ειμι εναντι κυριου

35:3 η ερεις τι ποιησω αμαρτων

35:4 εγω σοι δωσω αποκρισιν και τοις τρισιν φιλοις σου

35:5 αναβλεψον εις τον ουρανον και ιδε καταμαθε δε νεφη ως υψηλα απο σου

35:6 ει ημαρτες τι πραξεις ει δε και πολλα ηνομησας τι δυνασαι ποιησαι

35:7 επει δε ουν δικαιος ει τι δωσεις αυτω η τι εκ χειρος σου λημψεται

35:8 ανδρι τω ομοιω σου η ασεβεια σου και υιω ανθρωπου η δικαιοσυνη σου

35:9 απο πληθους συκοφαντουμενοι κεκραξονται βοησονται απο βραχιονος πολλων

35:10 και ουκ ειπεν που εστιν ο θεος ο ποιησας με ο κατατασσων φυλακας νυκτερινας

35:11 ο διοριζων με απο τετραποδων γης απο δε πετεινων ουρανου

35:12 εκει κεκραξονται και ου μη εισακουση και απο υβρεως πονηρων

35:13 ατοπα γαρ ου βουλεται ο κυριος ιδειν αυτος γαρ ο παντοκρατωρ ορατης εστιν

35:14 των συντελουντων τα ανομα και σωσει με κριθητι δε εναντιον αυτου ει δυνασαι αινεσαι αυτον ως εστιν

35:15 και νυν οτι ουκ εστιν επισκεπτομενος οργην αυτου και ουκ εγνω παραπτωματι σφοδρα

35:16 και ιωβ ματαιως ανοιγει το στομα αυτου εν αγνωσια ρηματα βαρυνει

 

Created with FREE HTMLCompiler by BibleDatabase