HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 36

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

36:1 προσθεις δε ελιους ετι λεγει

36:2 μεινον με μικρον ετι ινα διδαξω σε ετι γαρ εν εμοι εστιν λεξις

36:3 αναλαβων την επιστημην μου μακραν εργοις δε μου δικαια ερω

36:4 επ' αληθειας και ουκ αδικα ρηματα αδικως συνιεις

36:5 γιγνωσκε δε οτι ο κυριος ου μη αποποιησηται τον ακακον δυνατος ισχυι καρδιας

36:6 ασεβη ου μη ζωοποιησει και κριμα πτωχων δωσει

36:7 ουκ αφελει απο δικαιου οφθαλμους αυτου και μετα βασιλεων εις θρονον και καθιει αυτους εις νεικος και υψωθησονται

36:8 και ει πεπεδημενοι εν χειροπεδαις συσχεθησονται εν σχοινιοις πενιας

36:9 και αναγγελει αυτοις τα εργα αυτων και τα παραπτωματα αυτων οτι ισχυσουσιν

36:10 αλλα του δικαιου εισακουσεται και ειπεν οτι επιστραφησονται εξ αδικιας

36:11 εαν ακουσωσιν και δουλευσωσιν συντελεσουσιν τας ημερας αυτων εν αγαθοις και τα ετη αυτων εν ευπρεπειαις

36:12 ασεβεις δε ου διασωζει παρα το μη βουλεσθαι ειδεναι αυτους τον κυριον και διοτι νουθετουμενοι ανηκοοι ησαν

36:13 και υποκριται καρδια ταξουσιν θυμον ου βοησονται οτι εδησεν αυτους

36:14 αποθανοι τοινυν εν νεοτητι η ψυχη αυτων η δε ζωη αυτων τιτρωσκομενη υπο αγγελων

36:15 ανθ' ων εθλιψαν ασθενη και αδυνατον κριμα δε πραεων εκθησει

36:16 και προσετι ηπατησεν σε εκ στοματος εχθρου αβυσσος καταχυσις υποκατω αυτης και κατεβη τραπεζα σου πληρης πιοτητος

36:17 ουχ υστερησει δε απο δικαιων κριμα

36:18 θυμος δε επ' ασεβεις εσται δι' ασεβειαν δωρων ων εδεχοντο επ' αδικιαις

36:19 μη σε εκκλινατω εκων ο νους δεησεως εν αναγκη οντων αδυνατων και παντας τους κραταιουντας ισχυν

36:20 μη εξελκυσης την νυκτα του αναβηναι λαους αντ' αυτων

36:21 αλλα φυλαξαι μη πραξης ατοπα επι τουτον γαρ εξειλω απο πτωχειας

36:22 ιδου ο ισχυρος κραταιωσει εν ισχυι αυτου τις γαρ εστιν κατ' αυτον δυναστης

36:23 τις δε εστιν ο εταζων αυτου τα εργα η τις ο ειπας επραξεν αδικα

36:24 μνησθητι οτι μεγαλα εστιν αυτου τα εργα ων ηρξαν ανδρες

36:25 πας ανθρωπος ειδεν εν εαυτω οσοι τιτρωσκομενοι εισιν βροτοι

36:26 ιδου ο ισχυρος πολυς και ου γνωσομεθα αριθμος ετων αυτου και απεραντος

36:27 αριθμηται δε αυτω σταγονες υετου και επιχυθησονται υετω εις νεφελην

36:28 ρυησονται παλαιωματα εσκιασεν δε νεφη επι αμυθητων βροτων [8α] ωραν εθετο κτηνεσιν οιδασιν δε κοιτης ταξιν [8β] επι τουτοις πασιν ουκ εξισταται σου η διανοια ουδε διαλλασσεται σου η καρδια απο σωματος

36:29 και εαν συνη απεκτασεις νεφελης ισοτητα σκηνης αυτου

36:30 ιδου εκτεινει επ' αυτον ηδω και ριζωματα της θαλασσης εκαλυψεν

36:31 εν γαρ αυτοις κρινει λαους δωσει τροφην τω ισχυοντι

36:32 επι χειρων εκαλυψεν φως και ενετειλατο περι αυτης εν απαντωντι

36:33 αναγγελει περι αυτου φιλον αυτου κτησις και περι αδικιας

 

Created with FREE HTMLCompiler by BibleDatabase