HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 37

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

37:1 και ταυτης εταραχθη η καρδια μου και απερρυη εκ του τοπου αυτης

37:2 ακουε ακοην εν οργη θυμου κυριου και μελετη εκ στοματος αυτου εξελευσεται

37:3 υποκατω παντος του ουρανου αρχη αυτου και το φως αυτου επι πτερυγων της γης

37:4 οπισω αυτου βοησεται φωνη βροντησει εν φωνη υβρεως αυτου και ουκ ανταλλαξει αυτους οτι ακουσει φωνην αυτου

37:5 βροντησει ο ισχυρος εν φωνη αυτου θαυμασια εποιησεν γαρ μεγαλα α ουκ ηδειμεν

37:6 συντασσων χιονι γινου επι της γης και χειμων υετος και χειμων υετων δυναστειας αυτου

37:7 εν χειρι παντος ανθρωπου κατασφραγιζει ινα γνω πας ανθρωπος την εαυτου ασθενειαν

37:8 εισηλθεν δε θηρια υπο σκεπην ησυχασαν δε επι κοιτης

37:9 εκ ταμιειων επερχονται διναι απο δε ακρωτηριων ψυχος

37:10 και απο πνοης ισχυρου δωσει παγος οιακιζει δε το υδωρ ως εαν βουληται

37:11 και εκλεκτον καταπλασσει νεφελη διασκορπιει νεφος φως αυτου

37:12 και αυτος κυκλωματα διαστρεψει εν θεεβουλαθω εις εργα αυτων παντα οσα αν εντειληται αυτοις ταυτα συντετακται παρ' αυτου επι της γης

37:13 εαν εις παιδειαν εαν εις την γην αυτου εαν εις ελεος ευρησει αυτον

37:14 ενωτιζου ταυτα ιωβ στηθι νουθετου δυναμιν κυριου

37:15 οιδαμεν οτι ο θεος εθετο εργα αυτου φως ποιησας εκ σκοτους

37:16 επισταται δε διακρισιν νεφων εξαισια δε πτωματα πονηρων

37:17 σου δε η στολη θερμη ησυχαζεται δε επι της γης

37:18 στερεωσεις μετ' αυτου εις παλαιωματα ισχυραι ως ορασις επιχυσεως

37:19 δια τι διδαξον με τι ερουμεν αυτω και παυσωμεθα πολλα λεγοντες

37:20 μη βιβλος η γραμματευς μοι παρεστηκεν ινα ανθρωπον εστηκως κατασιωπησω

37:21 πασιν δ' ουχ ορατον το φως τηλαυγες εστιν εν τοις παλαιωμασιν ωσπερ το παρ' αυτου επι νεφων

37:22 απο βορρα νεφη χρυσαυγουντα επι τουτοις μεγαλη η δοξα και τιμη παντοκρατορος

37:23 και ουχ ευρισκομεν αλλον ομοιον τη ισχυι αυτου ο τα δικαια κρινων ουκ οιει επακουειν αυτον

37:24 διο φοβηθησονται αυτον οι ανθρωποι φοβηθησονται δε αυτον και οι σοφοι καρδια

 

Created with FREE HTMLCompiler by BibleDatabase