HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

38:1 μετα δε το παυσασθαι ελιουν της λεξεως ειπεν ο κυριος τω ιωβ δια λαιλαπος και νεφων

38:2 τις ουτος ο κρυπτων με βουλην συνεχων δε ρηματα εν καρδια εμε δε οιεται κρυπτειν

38:3 ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι

38:4 που ης εν τω θεμελιουν με την γην απαγγειλον δε μοι ει επιστη συνεσιν

38:5 τις εθετο τα μετρα αυτης ει οιδας η τις ο επαγαγων σπαρτιον επ' αυτης

38:6 επι τινος οι κρικοι αυτης πεπηγασιν τις δε εστιν ο βαλων λιθον γωνιαιον επ' αυτης

38:7 οτε εγενηθησαν αστρα ηνεσαν με φωνη μεγαλη παντες αγγελοι μου

38:8 εφραξα δε θαλασσαν πυλαις οτε εμαιμασσεν εκ κοιλιας μητρος αυτης εκπορευομενη

38:9 εθεμην δε αυτη νεφος αμφιασιν ομιχλη δε αυτην εσπαργανωσα

38:10 εθεμην δε αυτη ορια περιθεις κλειθρα και πυλας

38:11 ειπα δε αυτη μεχρι τουτου ελευση και ουχ υπερβηση αλλ' εν σεαυτη συντριβησεται σου τα κυματα

38:12 η επι σου συντεταχα φεγγος πρωινον εωσφορος δε ειδεν την εαυτου ταξιν

38:13 επιλαβεσθαι πτερυγων γης εκτιναξαι ασεβεις εξ αυτης

38:14 η συ λαβων γην πηλον επλασας ζωον και λαλητον αυτον εθου επι γης

38:15 αφειλας δε απο ασεβων το φως βραχιονα δε υπερηφανων συνετριψας

38:16 ηλθες δε επι πηγην θαλασσης εν δε ιχνεσιν αβυσσου περιεπατησας

38:17 ανοιγονται δε σοι φοβω πυλαι θανατου πυλωροι δε αδου ιδοντες σε επτηξαν

38:18 νενουθετησαι δε το ευρος της υπ' ουρανον αναγγειλον δη μοι ποση τις εστιν

38:19 ποια δε γη αυλιζεται το φως σκοτους δε ποιος ο τοπος

38:20 ει αγαγοις με εις ορια αυτων ει δε και επιστασαι τριβους αυτων

38:21 οιδα αρα οτι τοτε γεγεννησαι αριθμος δε ετων σου πολυς

38:22 ηλθες δε επι θησαυρους χιονος θησαυρους δε χαλαζης εορακας

38:23 αποκειται δε σοι εις ωραν εχθρων εις ημεραν πολεμου και μαχης

38:24 ποθεν δε εκπορευεται παχνη η διασκεδαννυται νοτος εις την υπ' ουρανον

38:25 τις δε ητοιμασεν υετω λαβρω ρυσιν οδον δε κυδοιμων

38:26 του υετισαι επι γην ου ουκ ανηρ ερημον ου ουχ υπαρχει ανθρωπος εν αυτη

38:27 του χορτασαι αβατον και αοικητον και του εκβλαστησαι εξοδον χλοης

38:28 τις εστιν υετου πατηρ τις δε εστιν ο τετοκως βωλους δροσου

38:29 εκ γαστρος δε τινος εκπορευεται ο κρυσταλλος παχνην δε εν ουρανω τις τετοκεν

38:30 η καταβαινει ωσπερ υδωρ ρεον προσωπον δε αβυσσου τις επηξεν

38:31 συνηκας δε δεσμον πλειαδος και φραγμον ωριωνος ηνοιξας

38:32 η διανοιξεις μαζουρωθ εν καιρω αυτου και εσπερον επι κομης αυτου αξεις αυτα

38:33 επιστασαι δε τροπας ουρανου η τα υπ' ουρανον ομοθυμαδον γινομενα

38:34 καλεσεις δε νεφος φωνη και τρομω υδατος λαβρω υπακουσεται σου

38:35 αποστελεις δε κεραυνους και πορευσονται ερουσιν δε σοι τι εστιν

38:36 τις δε εδωκεν γυναιξιν υφασματος σοφιαν η ποικιλτικην επιστημην

38:37 τις δε ο αριθμων νεφη σοφια ουρανον δε εις γην εκλινεν

38:38 κεχυται δε ωσπερ γη κονια κεκολληκα δε αυτον ωσπερ λιθω κυβον

38:39 θηρευσεις δε λεουσιν βοραν ψυχας δε δρακοντων εμπλησεις

38:40 δεδοικασιν γαρ εν κοιταις αυτων καθηνται δε εν υλαις ενεδρευοντες

38:41 τις δε ητοιμασεν κορακι βοραν νεοσσοι γαρ αυτου προς κυριον κεκραγασιν πλανωμενοι τα σιτα ζητουντες

 

Created with FREE HTMLCompiler by BibleDatabase