HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 39

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

39:1 ει εγνως καιρον τοκετου τραγελαφων πετρας εφυλαξας δε ωδινας ελαφων

39:2 ηριθμησας δε αυτων μηνας πληρεις τοκετου ωδινας δε αυτων ελυσας

39:3 εξεθρεψας δε αυτων τα παιδια εξω φοβου ωδινας αυτων εξαποστελεις

39:4 απορρηξουσιν τα τεκνα αυτων πληθυνθησονται εν γενηματι εξελευσονται και ου μη ανακαμψουσιν αυτοις

39:5 τις δε εστιν ο αφεις ονον αγριον ελευθερον δεσμους δε αυτου τις ελυσεν

39:6 εθεμην δε την διαιταν αυτου ερημον και τα σκηνωματα αυτου αλμυριδα

39:7 καταγελων πολυοχλιας πολεως μεμψιν δε φορολογου ουκ ακουων

39:8 κατασκεψεται ορη νομην αυτου και οπισω παντος χλωρου ζητει

39:9 βουλησεται δε σοι μονοκερως δουλευσαι η κοιμηθηναι επι φατνης σου

39:10 δησεις δε εν ιμασι ζυγον αυτου η ελκυσει σου αυλακας εν πεδιω

39:11 πεποιθας δε επ' αυτω οτι πολλη η ισχυς αυτου επαφησεις δε αυτω τα εργα σου

39:12 πιστευσεις δε οτι αποδωσει σοι τον σπορον εισοισει δε σου τον αλωνα

39:13 πτερυξ τερπομενων νεελασα εαν συλλαβη ασιδα και νεσσα

39:14 οτι αφησει εις γην τα ωα αυτης και επι χουν θαλψει

39:15 και επελαθετο οτι πους σκορπιει και θηρια αγρου καταπατησει

39:16 απεσκληρυνεν τα τεκνα αυτης ωστε μη εαυτη εις κενον εκοπιασεν ανευ φοβου

39:17 οτι κατεσιωπησεν αυτη ο θεος σοφιαν και ουκ εμερισεν αυτη εν τη συνεσει

39:18 κατα καιρον εν υψει υψωσει καταγελασεται ιππου και του επιβατου αυτου

39:19 η συ περιεθηκας ιππω δυναμιν ενεδυσας δε τραχηλω αυτου φοβον

39:20 περιεθηκας δε αυτω πανοπλιαν δοξαν δε στηθεων αυτου τολμη

39:21 ανορυσσων εν πεδιω γαυρια εκπορευεται δε εις πεδιον εν ισχυι

39:22 συναντων βελει καταγελα και ου μη αποστραφη απο σιδηρου

39:23 επ' αυτω γαυρια τοξον και μαχαιρα

39:24 και οργη αφανιει την γην και ου μη πιστευση εως αν σημανη σαλπιγξ

39:25 σαλπιγγος δε σημαινουσης λεγει ευγε πορρωθεν δε οσφραινεται πολεμου συν αλματι και κραυγη

39:26 εκ δε της σης επιστημης εστηκεν ιεραξ αναπετασας τας πτερυγας ακινητος καθορων τα προς νοτον

39:27 επι δε σω προσταγματι υψουται αετος γυψ δε επι νοσσιας αυτου καθεσθεις αυλιζεται

39:28 επ' εξοχη πετρας και αποκρυφω

39:29 εκεισε ων ζητει τα σιτα πορρωθεν οι οφθαλμοι αυτου σκοπευουσιν

39:30 νεοσσοι δε αυτου φυρονται εν αιματι ου δ' αν ωσι τεθνεωτες παραχρημα ευρισκονται

 

Created with FREE HTMLCompiler by BibleDatabase